Ancient Greek · ~2 min
94b. Ἄλλως. Ναυαγὸς καὶ Θάλασσα. (S. 166. C. 247. F.309.)
Aesopus Scr. Fab. et Aesopica, Fables 94b. Ἄλλως. Ναυαγὸς καὶ Θάλασσα. (S. 166. C. 247. F.309.)
Not analysed yet
Ναυαγὸς ἐκβρασθεὶς εἴς τινα αἰγιαλὸν διὰ τὸν κόπον ἐκοιμᾶτο μετὰ δὲ μικρὸν ἐξαναστὰς, ὡς ἐθεάσατο πρὸς τὴν θάλασσαν, ἐμέμφετο αὐτὴν, ὅτι δελεάζουσα τοὺς ἀνθρώπους τῇ τῆς ὄψεως λαμπρότητι, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἐξαγριουμένη διαφθείρει. Ἡ δὲ γυναικὶ ὁμοιωθεῖσα πρὸς αὐτὸν ἔφη· ,,ἀλλʼ ὦ οὗτος, μὴ μέμφου ἐμὲ, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ γὰρ φύσει τοιαύτη εἰμὶ, ὁποία ἡ γῆ· οἱ δὲ αἰφνίδιοι ἐμπίπτοντες κυματοῦσι καὶ ἐξαγριαίνουσιν. “Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι τοὺς δὲ τούτοις ἐπιστατοῦντας.