Ancient Greek · ~2 min
95. Γεωργὸς καὶ Κύνες. (S. 52. C.23 ct p.292. F. 43.)
Aesopus Scr. Fab. et Aesopica, Fables 95. Γεωργὸς καὶ Κύνες. (S. 52. C.23 ct p.292. F. 43.)
Not analysed yet
Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθὼν τροφὴν ἑαυτῷ πορίσασθαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν· ἐπειδὴ δὲ ὁ χειμών ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο· ἐκ τρίτου δὲ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τούς ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα, ἔφασαν πρὸς ἀλλήλους· ,,ἀπιτέον ἡμῖν ἐντεῦθεν· ὁ δεσπότης γὰρ εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται; “Ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους φυλάττεσθαι μάλιστα, οἳ οὐδὲ τῆς τῶν οἰκείων ἀδικίας ἀπέχονται.