Ancient Greek · ~1 min
97. Γωργὸς καὶ Ὄφις. (S. 62. C. 170)
Aesopus Scr. Fab. et Aesopica, Fables 97. Γωργὸς καὶ Ὄφις. (S. 62. C. 170)
Not analysed yet
Γέρων τις γεωργὸς χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβών τὴν ἰδίαν φύσιν, ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνήσκων δὲ ἔλεγε· ,,δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας. “Ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.