Ancient Greek · ~2 min
97b. Ἄλλως. Ὁδοιπόρος καὶ Ἔχις. (S. 171.F. 130. C. p.357.)
Aesopus Scr. Fab. et Aesopica, Fables 97b. Ἄλλως. Ὁδοιπόρος καὶ Ἔχις. (S. 171.F. 130. C. p.357.)
Not analysed yet
Ὁδοιπόρος χειμῶνος ὁδεύων, ὡς ἐθεάσατο ἔχιν ὑπὸ τοῦ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλετο, καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον, θερμαίνειν ἐπειρᾶτο. Ὁ δὲ, μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη, καὶ ἀνεζωώθη, τὴν αὐτοῦ γαστέρα ἔδακε. Καὶ ὃς ἀποθνήσκειν μέλλων ἔφη· ,,ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσωζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν; “Ὁ λόγος δηλοῖ, ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιβὰς οὐκ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.