Ancient Greek · ~2 min
Fable 1
Aesopus Scr. Fab. et Aesopica, Fabula Nicephori 1
Not analysed yet
ΠΟΙΜΗΝ ΚΑΙ ΛΥΚΟΣ ὁ ἐπείσακτος κόσμος ἐπικίνδυνος τοῖς χρωμένοις ἐστίν. ἔδοξέ ποτε τῷ λύκῳ τὴν φύσιν τῷ σχήματι μεταλλάξασθαι ὡς ἂν οὕτως ἀφθονίαν ἕξῃ τροφῆς· καὶ δορὰν οἰὸς περιβεβλημένος μετὰ τῆς ποίμνης ἐνέμετο τὸν ποιμένα φενακίσας τῷ μηχανήματι. νυκτὸς δὲ γενομένης συναπεκλείσθη καὶ ὁ θὴρ παρὰ τοῦ ποιμένος τῇ μάνδρᾳ καὶ φραγμὸς τῇ εἰσόδῳ περιετέθη καὶ ἀτεχνῶς ὁ περίβολος κατησφάλιστο. ὡς δὲ ὁ ποιμὴν ἠράσθη τροφῆς, μαχαίρᾳ τὸν λύκον ἀπέκτεινεν. οὕτως ἄρα τὸν ἐπείσακτον κόσμον ὑποκριθεὶς τῆς ζωῆς πολλάκις ἐστέρηται καὶ τὴν σκηνὴν εὗρε παραιτίαν μεγάλου συμπτώματος.