Ancient Greek
Fable 1
Aesopus Scr. Fab. et Aesopica, Fabulae Libanii 1
Not analysed yet
ΛΥΚΟΙ ΚΑΙ ΠΡΟΒΑΤΑ οἱ λύκοι παρὰ τῶν προβάτων εἰρήνην καὶ ἡσυχίαν ᾔτουν καὶ „ἥδε ἡ ἡμέρα μεγάλων ἄρξει ἀγαθῶν ὑμῖν τε καὶ ἡμῖν,“ ἔλεγον. „ἀπαλλαγεῖσι γὰρ πολέμου καὶ κακῶν ἐξέσται παρ' ἀλλήλους φοιτᾶν ἀδεῶς. σπενδώμεθα τοίνυν. ἀλλ' εἰ μέλλει τι βέβαιον ἔσεσθαι ταῖς σπονδαῖς καὶ οὐ γράψαντες αὐτίκα λύσομεν, τοὺς πονηροὺς καὶ πολεμίους κύνας ἀποδιωκτέον ὑμῖν, ἐπεὶ καὶ νῦν παρὰ τούτων ἡ ταραχὴ καὶ τὸ ὑποπτεύεσθαι τοὺς λύκους. πολλάκις γὰρ ἁπλῶς παριόντας ἡμᾶς τὰ ποίμνια προεκπηδῶντες ὑλακτοῦσιν, οἱ δὲ οὐ σφόδρα θέλοντες παροξύνονται καὶ λυποῦσι. τί οὖν ὑμῖν δεῖ κυνῶν εἰρήνης οὔσης πρὸς λύκους; “ὑπήχθη τὰ πρόβατα· τοιοῦτον γὰρ τὸ γένος εὐηθείας γέμον. καὶ οἱ κύνες ἀπεσκορακίζοντο καὶ ἐφεστήκεσαν οἱ λύκοι, τὰ δὲ ἔρημα κατησθίετο. τοῖς ἐχθρῶν λόγοις οὐ πιστευτέον τὴν προσήκουσαν φυλακήν.