Ancient Greek
Fable 3
Aesopus Scr. Fab. et Aesopica, Fabulae Libanii 3
Not analysed yet
ΚΟΛΟΙΟΣ ΚΑΙ ΟΡΝΕΑ ἔδοξε τῷ Διὶ βασιλεύεσθαι καὶ τὸ ὀρνίθων γένος καὶ διὰ τοῦ Ἑρμοῦ πρὸς ἀγῶνα κάλλους ἐκάλει ὡς δώσων τῷ καλλίστῳ φανέντι τὴν ὀρνίθων ἀρχήν. ἐκαλλωπίζετο γοῦν τὰ ὄρνεα, τὰ μὲν ἐν κρήναις, τὰ δ' ἐν πηγαῖς τε καὶ λίμναις καὶ τῶν πτερῶν ἐξετίλλετο ὁπόσα αὐτοῖς ὥραν οὐκ ἔφερεν. ὁ δὲ κολοιός, ἦν γὰρ ἄμορφος, ἐπιτεχνᾶται τοιάδε· τῶν πτερῶν ὁπόσα ἐπέπλει τοῖς ὕδασιν ἀναιρούμενος ἕκαστον ἑαυτῷ περιετίθει συναρμόττων σοφῶς ἄλλο ἐπ' ἄλλῳ, καὶ χρῆμα ποικιλώτατον γίνεται. καὶ ὡς ἧκεν ἐπὶ τὴν κρίσιν, ἐπέστρεψεν μὲν τῶν ὀρνέων τὰ ὄμματα, θάμβος δὲ ἐνέβαλε καὶ αὐτῷ τῷ δικαστῇ, ὥστε ὑπεχώρει μὲν αὐτῷ καὶ ὁ λευκότατος κύκνος, μικρὸν δὲ ὁ ταὼς ἐδόκει καὶ αἱ τούτου βαφαί, καταπεφρόνητο δὲ καὶ ἡ ἀετῶν σεμνότης. μέλλοντος δὲ ἤδη τοῦ Διὸς ἐγχειρίζειν αὐτῷ τὸ σκῆπτρον ἡ γλαῦξ ἰδοῦσα τὸ ἑαυτῆς ἐν τῷ κολοιῷ πτερὸν προσιοῦσα ἀπέσπα καὶ ἄλλος τὸ ἑαυτοῦ καὶ πᾶς τὸ οἰκεῖον. ἀπελθόντων δὲ τῶν ἀλλοτρίων ἐγυμνοῦτο τοῦ κολοιοῦ τὸ εἶδος καὶ ἐγελᾶτο. τὸ μὴ τοῖς οἰκείοις κοσμεῖσθαι βραχεῖαν μὲν τὴν ἀπόλαυσιν, πολλὴν δὲ ἐλεγχθέντι ποιεῖ τὴν αἰσχύνην.