Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_AETHLIUS_SAMIUS
AETHLIUS SAMIUS, Fragmenta 3
Not analysed yet
Αἱ δ ̓ ἁμαμηλίδες οὐκ εἰσὶν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ ̓ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν· Ὁ Χῖος οὐκ οἶσθ ̓ ὡς ἁμαμηλίδας ποιεῖ; Ὅτι δ ̓ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. Περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· «Ἀπίους ἡ νῆσος φέρει κρατίστας, κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.» Ἀέθλιος δ ̓ ἐν πέμπτῳ Ὥρων Σαμίων, εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ ̓ ἐν τοῖς Περὶ γλωσσῶν καὶ ὀνομάτων· «Ἐπιμηλὶς (φησὶν) ἀπίου γένος.»