Ancient Greek
ΠΕΡΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΕΚ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ.
Agatharchides, Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta 5
Not analysed yet
5. Τέταρτος δὲ καὶ ἀληθής ἐστιν, ὃν αὐτὸς μεμάθηκε παρὰ Πέρσου· Βόξος δʼ ἦν τούτῳ ὄνομα, φησίν· ὃν καὶ ἑλληνίσαι γλῶσσαν καὶ γνώμην, καὶ ταῖς Ἀθήναις λιπόντα τὴν πατρίδα ἐμβιῶναι. Ἔλεγε δὲ ὁ τοῦ Πέρσου λόγος ταῦτα. Τίνεταί τις κατ᾿ εὐτολμίαν καὶ πλοῦτον εὐδοκιμῶν Ἐρύθρας ὄνομα, γένος μὲν Πέρσης, υἱὸς δὲ Μυοζαίου, κατοικῶν δὲ θάλαττης μὲν οὐ πόρρω, κατεναντίον δὲ νήσων ἐρήμων οὐσῶν οὐ νῦν, ἀλλʼ ἐπὶ τῆς Μήδων ἡγεμονίας· τότε γὰρ καὶ ὁ Ἐρύθρας ἐγνωρίζετο, ὃς τοῦ μὲν χειμῶνος ἐν Πασαργάδαις ἐποιεῖτο τήν οἴκησιν, ἔαρος δὲ μετέβαινεν ἐπὶ τὴν ἰδίαν κτῆσιν, τῆς τε ἄλλης ἕνεκα χρείας, καὶ χάριν τινὰ τῷ βίῳ διὰ τῆς τοιαύτης μεταβολῆς ἀπονέμων. Τούτου φορβέδων ἀγέλη μείζονι λέοντες ἐπορούσαντες τινὰς μὲν αὐτῶν ἀπέκτειναν· αἱ δὲ περισωθεῖσαι, τῷ δέει τῆς ὄψεως οἶστρον λαβοῦσαι, ἐπὶ τὴν θάλατταν ἠλαύνοντο, καὶ (ἦν γὰρ αὖρα κατὰ τύχην ἀπόγαιος εὐμεγέθης) ἐμπεσοῦσαι τοῖς ῥείθροις μετὰ πτοήσεως τὰ μὲν πρῶτα παρὰ τὴν γῆν ἐνήχοντο, τοῦ δὲ δείματος οὐ λήγοντος ἐξεκυμάνθησαν καὶ μόλις ἐπὶ τὸ τῆς ἀντικρὺ νήσου πέρας διεσώθησαν, ἑνὸς τῶν αἰπόλων νεανίου καὶ τόλμη διαφέροντος συμπεραιωθέντος, ἄλλοτε ἄλλης τῶν ὤμων ἀντεχομένου. Ὁ οὖν Ἐρύθρας ζητῶν τὰς οὐ φαινομένας φορβάδας, πρῶτος τῶν ἐκεῖσε σχεδίαν ἐπήξατο, μεγέθει μὲν σύμμετρον, τῇ δυνάμει δὲ στερίφην, καὶ λαβὼν στάσιν οὐρίου καὶ συμμέτρου πνεύματος ἀφῆκεν εἰς τὸν πόρον· ταχὺ δὲ τοῦ κύματος αὐτὸν προώσαντος, εὗρε μὲν τοὺς ἵππους, εὗρε δὲ τὸν νομέα. Θαυμάσας δὲ τὴν νῆσον, καὶ πόλισμα ἐπὶ λιμένος εὐκαίρου ἱδρύσατο, καὶ ἐκ τῆς ἀντιπέραν τοὺς ἀποροῦντας βίου μετενεγκὼν ἐπόλισεν, ἐκεῖθέν τε καὶ τὰς ἄλλας νήσους ἐρήμους οὔσας ἀνθρώπων οἰκήσεσιν ἐξημέρωσε· καὶ τηλικαύτην δόξαν ἐκ τῶν πραχθέντων πολλοῖς ἐνεποίησεν, ὥστε τὴν ἐκεῖσε θάλατταν, οὖσαν ἄπειρον μεγέθει, πάντας ἔτι καὶ καθ᾿ ἡμᾶς ἐπονομάζειν Ἐρυθράν. Τὰ μὲν οὖν αἴτια τῆς κλήσεως ἔχοντα διαφοράν (μέγα γὰρ τὸ παραλλάττον, Ἐρύθρα θάλατταν εἰπεῖν ἢ θάλατταν ἐρυθράν· τὸ μέν γὰρ τὸν κυριεύσαντα σημαίνει τῆς θαλάττης ἄνδρα, τὸ δὲ τὴν πυρρότητα δηλοῖ τῆς ῥηθείσης φύσεως) ἐν τούτοις. Ἔστι δὲ, φησί, τὸ μὲν ἀπὸ τοῦ χρώματος τὴν κλῆσιν κατασκευάζον ψεῦδος (οὐ γὰρ ἔστιν ἐρυθρά), τὸ δʼ ἀπὸ τοῦ δυναστεύσαντος ἄληθὲς, ὡς ὁ Πέρσης λόγος ἐπιστώσατο.