Ancient Greek
ΕΚ ΤΗΣ ΠΕΜΠΤΗΣ ΑΓΑΘΑΡΧΙΔΟΥ ΙΣΤΟΡΙΑΣ ΤΗΣ ΠΕΡΙ ΕΡΥΘΡΑΝ ΘΑΛΑΣΣΑΝ.
Agatharchides, Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta 94
Not analysed yet
94. Μετὰ ταῦτα δὲ οὐκ εὐθὺς ἐφεξῆς, ἀλλὰ μεθʼ ἕτερά τινα, ἔστιν αἰγιαλὸς εἰς ὑπερβολήν κάθυδρος ἐκτεινόμενος, καὶ τὸ προσηγορευμένον Λαιμὸν ὄρος, ἀμύθητον μὲν ἀναφαῖνον τῆς περιμέτρου τὸ μέγεθος, παντοίας δὲ ὕλης δρυμοῖς διεζωσμένον. 94. Μετὰ δὲ ταῦτα αἰγιαλὸς παρήκει κάθυγρος, ναματιαίοις καὶ γλυκέσι ῥείθροις διειλημμένος· καθʼ ὅν, ἐστιν ὄρος ὀνομαζόμενον μὲν Χαβῖνον, δρυμοῖς δὲ παντοδαποῖς πεπυκνωμένον.