Ancient Greek · ~1 min
Chapter 4
Agathemerus, Geographiae Informatio 4.Περὶ μήκους καὶ πλάτους τῆς οἰκουμένης. Κεφ άλαιον δʹ.
Not analysed yet
Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ καὶ ͵ηφμθʹ οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ, καὶ ͵αψκεʹ. οὕτως. Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛʹ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πύλων μυρίων ε͵τʹ, ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ, εἰς Μυρίανδρον σταδίων τοεʹ.