Ancient Greek
Chapter 4
Agathemerus, Geographiae Informatio 4.16
Not analysed yet
Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ϛ͵ωκʹ, οὕτως. Ἀπὸ Μυριάνδρου ἐπὶ Κλείδας Κύπρου στάδια α͵υʹ, ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια γ͵τʹ, ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια α͵τʹ. εἰς Πάταρα στάδια ωʹ. ὡς εἰς ῾Ρόδον στάδια ψʹ. εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ρμʹ. ἐπὶ Ταίναρον στάδια ͵αυνʹ. ἐπὶ Πάχυνον Σικελίας στάδια Δ͵. ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια α͵φκʹ. ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια β͵ωʹ. ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνήσιας νήσους στάδια μύρια. Ἀπὸ Γαδείρων δὲ, διὰ ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτάβρων λιμένος, στάδιοι γ͵Ϡλβʹ, ὁμοῦ γίγνονται μυριάδες ζʹ καὶ β͵υοζʹ.