Ancient Greek
Chapter 4
Agathemerus, Geographiae Informatio 4.18
Not analysed yet
Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ τὴν Μερόην σταδίων ͵ηʹ. Ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων αʹ. Ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων η͵νϛʹ· Τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνοεῖται εἰς Βοῤῥᾶν. Οὕτως. Ἀπ' Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια δ͵φʹ. Ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι Ῥόδον στάδια υʹ. Ἐπὶ τῆλον στάδια φξʹ. Ἐπὶ Λακτῆρα τῆς Κώας στάδια τκʹ. Ἐπὶ Δρέπανον Κώας στάδια ρʹ. Ἐπ' Ἀρκίτην νῆσον στάδια σλʹ. Ἐπὶ Κορσίας ρʹ. Ἐπὶ Σαμίων Ἄμπελον στάδια λʹ. Ἐπὶ τὸ Αἰγαῖον Ἄργενον διὰ τοῦ Αἰγαίου στάδια ωʹ. Ἐπὶ τὸ Ἐρυθραῖον Κορυκαῖον στάδια σοʹ. Ἐπὶ Φλίον, ἄκρον Χίου, στάδια νʹ. Ἐπὶ Μελανέα, ἄκρον Λέσβου, στάδια υνʹ. Ἐπὶ Σίγριον Λέσβου στάδια φʹ. Εἰς Τένεδον νῆσον στάδια υνʹ. Εἰς Σίγειον στάδια ρʹ. Ἐπὶ στόμα Πόντου στάδια β͵φʹ. Ἐπὶ Κάραμβιν στάδια β͵ωʹ. Ἐπὶ στόμα Μαιώτιδος στάδια β͵φʹ. Ἐπὶ Τάναϊν στάδια β͵χοʹ.