Ancient Greek · ~3 min
Chapter 4
Agathemerus, Geographiae Informatio 4.17
Not analysed yet
Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ καὶ α͵τνʹ. Ἀπ' Εὐφράτου εἰς Μάζακα Καππαδόκων στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδως δʹ καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια α͵χʹ. ἐπ' Ἰσθμὸν στάδια α͵ψʹ. ἀπ' Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ. ἐπὶ Λευκάδα στάδια ψʹ. ἐπὶ Κορκύραν στάδια ψʹ. ἐπ' Ἀκροκεραύνια ὄρη στάδια α͵ξʹ. ἐπὶ Βρεντήσιον στάδια ψʹ. Ἀπὸ Βρεντησίου πεζῆ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ. Ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου κώμης ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια δ͵ρνβʹ. Εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλυγύρεως Διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια β͵χναʹ, καὶ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδων ζʹ καὶ α͵φξʹ.