Ancient Greek · ~4 min
Chapter 5
Agathemerus, Geographiae Informatio 5.24
Not analysed yet
Πελοπονήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια η͵χκζʹ. χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια δ͵. Μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγαίου στάδια α͵υʹ. Ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. Συνάγεται μὲν εἰς τὸν Κορίνθιον Ἰσθμὸν πλάτος σταδίων μʹ. Ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐξ εὐωνύμων ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά. Εἶτα ὁ Ἑρμιονικὸς κόλπος. Ἑξῆς δὲ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, ὅ πολὺ προπέπτωκεν εἰς πέλαγος. Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὃς περιορίζει ἐξ εὐωνύμων τὸν Μεσσενιακὸν κόλπον, οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα. Εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ' ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὃ χελωνάτας. τελευταῖον δὲ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀ καρνανίᾳ. μεθ' ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος ζʹ σταδίων, συγκλειόμενος στόματι κατὰ Τορίασον ἄκρον, ὅ ἐστι τῆς Πελοποννήσου, τὸ δ' Ἀντίῤῥιον Λοκρίδος. Ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια Γ͵.