Ancient Greek · ~2 min
Chapter 5
Agathemerus, Geographiae Informatio 5.25
Not analysed yet
Αἴγινα νῆσος προμήκης στάδια ρξʹ ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κείος ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία. Ἐκ δεξιῶν δὲ αἱ Σποράδες. ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται, παρατίνει δὲ Βοιωτίδα, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί πόσον καὶ τῇ Ἀττικῇ. Ἔστι γὰρ μακρὰ, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων α͵ψʹ.