Ancient Greek · ~2 min
Section 101
Agathias Scholasticus, Epigrammata 101
Not analysed yet
101. (332.) Εἰς εἰκόνα Αἰσώπου Εὐ γε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα, δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου ἑπτὰ σοφῶν ἔμπροσθεν, ἔπει κεῖνοι μὶν ἀνάγκην ἔμβαλον, οὐ πειθὼ, φθέγμασι τοῖς σφετέροις· ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας, παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν. φευκτὸν δ’ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ τὸ γλυκὺ τοῦ μύθου καλὴν ἔχει δέλεαρ. EPIGRAMMATA QUAE IN PLANUDEA AGATHIAE, IN ANTHOLOGIA CONSTANTINI CEPHALAE ALIIS SCRIPTORIBUS TRIBUUNTUR.