Ancient Greek · ~2 min
Section 108
Agathias Scholasticus, Epigrammata 108
Not analysed yet
108. (XI, 401.) Λουκιανὸς. Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν, ὥστε μαθεῖν παρ’ ἐμοὶ ταῦτα τὰ γραμματικά. ὡς δὲ τὸ „Μῆνιν ἄειδε” καὶ „ἄλγεα μυρί’ ἔθηκεν” ἔγνω, καἰ τὸ τρίτον τοῖς δ’ ἀκόλουθον ἔπος, πολλὰς δ’ ψυχὰς ψυχὰς ἄϊδι προΐαψεν,” οὐκέτι μιν πέμπει πρός με μαθησόμενον, ἀλλά μ’ ἰδὼν ὁ πατὴρ, σοὶ μὲν χάρις” εἷπεν „ἑταῖρε· αὐτὰρ ὁ παῖς παρ’ ἐμοὶ ταῦτα μαθεῖν δύναται. νὼ γὰρ ἐγὼ πολλὰς ψυχὰς ἄϊδι προϊάπτω, καὶ πρὸς τοῦτ’ οὐδὲν γραμματικοῦ δέομαι.”