Ancient Greek · ~1 min
Section 11
Agathias Scholasticus, Epigrammata 11
Not analysed yet
11. (V, 261.) Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ’ ἐθέλῃς με μεθύσσαι, πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι. εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον· πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα, καὶ μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.