Ancient Greek · ~1 min
Section 14
Agathias Scholasticus, Epigrammata 14
Not analysed yet
14. *(V, 269.) Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος. εἷλκε δέ μ’ ἡ φιλέουσα· πάλιν δ’ ἐγὼ, οἶά τέ τις φὼρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν, ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας. ὀχθήσας δ’ ἄρ’ ἔειπον· ἐμοὶ τάχα καὶ τὸ ὡς τὸ φιλεῖν χαλεπὸν, δισσὰ κολαζομένῳ.