Ancient Greek · ~2 min
Section 16
Agathias Scholasticus, Epigrammata 16
Not analysed yet
16. *(V, 276.) Σοι τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι. βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ’ ὑπὲρ ὤμων στήθει παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην. ναὶ ναὶ στήθει· μᾶλλον, ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον. καὶ τόδε μὶν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις, καὶ τεκέων εὔσταχυν ἀνθοσύνην, ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην, καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.