Ancient Greek · ~1 min
Section 18
Agathias Scholasticus, Epigrammata 18
Not analysed yet
18. *(V, 280.) Ἦ ῥά γε καὶ Φίλιννα, φέρεις πόθον, ἦ ῥα καὶ αὐτὴ κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη; ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίγνεται, οὔτ’ ἀριθμός; εὑρήσεις τάχ’ ὅμοια, τεὴν δ’, ἀμέγαρτε, παρειὴν ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην. Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· έν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.