Ancient Greek
Section 30
Agathias Scholasticus, Epigrammata 30
Not analysed yet
30. (VI, 41.) Χαλκὸν ἀροτρητὴν, κλασιβώλακα, νειοτομῆα, καὶ τὴν ταυροδέτιν βύρσαν ὑπαυχενίην, καὶ βούπληκτρον ἄκαιναν, ἐχετλήεντα τε γόμφον Δῃοῖ Καλλιμένης ἄνθετο γειοπόνος, τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δ’ ἐπινεύσεις τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω.