Ancient Greek
Section 37
Agathias Scholasticus, Epigrammata 37
Not analysed yet
37. (VI, 167) Σοὶ, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν τὸν τράγον, ὠ δισσᾶς ἁγέτα θηροσύνας —σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε, καὶ ταχινῆς ἔργα λαγωσφαγίης, δίκτυά τ’ ἐν ῥοθίοις ἁπλούμενα, καὶ καλαμευτὰς κάμνων, καὶ μογερῶν πεῖσμα σαγηνοβόλων —ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν ἄνυε, καὶ πτῶκας πολλάκις ἐξεσόβει.