Ancient Greek
Section 39
Agathias Scholasticus, Epigrammata 39
Not analysed yet
39. (VII, 204.) Οὐκέτι που τλῆμον, σκοπέλων μετανάστρια πέρδιξι πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις, οὐδ’ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων. σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἄλλα δὲ πάντα ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν. νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα, μὴ τὸ τεὸν κείνη λείψανον ἔξερύσῃ.