Ancient Greek · ~1 min
Section 58
Agathias Scholasticus, Epigrammata 58
Not analysed yet
58. (IX, 152.) Ἅδε ποθ’ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης ἀμφαδὸν, ἀλλ’ ἵπποιο κακὸν ξύλον. αἴθε δ’ Ἐπειὸς κάτθανε, πρὶν τεῦξαι δουρατέαν παγίδα. οὐ γὰρ ἂν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφ’ ἁμετέροις λάεσιν ἠριπόμαν.