Ancient Greek · ~3 min
Section 88
Agathias Scholasticus, Epigrammata 88
Not analysed yet
88. *(XI, 354.) Palladae in Anth. Plan. p. 188. Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης, τοῖα περὶ ψυχῆς τις ἀνείρετο· πῶς θέμις εἰπεῖν τὴν ψυχὴν, θνητὴν ἢ πάλιν ἀθάνατον; σῶμα δὲ δεῖ καλέειν ἢ ασώματον; ἐν δὲ νοητοῖς τακτέον ἢ ληπτοῖς, ἢ τὸ συναμφότερον;” αὐτὰρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους, καὶ πάρα τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνοὺς πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην. εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν· „εἴπερ ὅλως ἔστι ψυχῆς φύσις, οὐδὲ γὰρ ἢ θνητὴ πάντως ἐστιν ἢ ἀθάνατος, στεγνοφυὴς ἢ ἄυλος· ὅταν δ’ Ἀχέροντα περήσῃς, κεῖθι τὸ νημερτὲς γνώσεαι, ὡς ὁ πότων. εἰ δ’ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ, καὶ τεγέων σὸν δέμας ἐκχάλασον. καὶ κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτὸν, μοῦνον ὅπερ ζητεῖς τοῦθ’ ὑπολειπόμενος.”