Ancient Greek · ~2 min
Section 91
Agathias Scholasticus, Epigrammata 91
Not analysed yet
91. *(XI, 376.) Ammiani in Anth. Plan. p. 171. Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν, ἔγρετό μιν τοίης ἀμφὶ δικασπολίης· „ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν, ἀλλοτρίην τ’ εἶναι λάτριν ἐπιστάμενος, ζεῦξεν ἑῷ θεράποντι· τέκεν δ’ ὑπὸ παῖδας ἐκείνῳ καὶ τινι δουλεύειν εἰσὶ δικαιότεροι;” ἐς δ’ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον· „ἢ σοὶ, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν, ἀνάγκη δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις δίζεο δ’ εὐμενέοντα δικασπόλον, αἶψα δ’ ἀποίσεις ψῆφον ἀρειοτέρην, εἴγε δίκαια λέγεις.”