Ancient Greek · ~1 min
Section 95
Agathias Scholasticus, Epigrammata 95
Not analysed yet
95. (41.) Εἰς εἰκόνα ἀνατεθεῖσαν ἐν τοῖς Πλακιδίας ὑπὸ τῶν τοῦ νέου σκρινίου. Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα, ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι, θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ εἰκόνι χῶρον ἔχη γείτονα κοιρανίης. αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου, πλοῦτον ἀεξήσας, ἀλλὰ μευ εὐσεβίης. εὔγνωμον τὸ πόνημα. τι γὰρ γραφὶς οἶδεν ὀπάσσαι, εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;