Ancient Greek
Section 97
Agathias Scholasticus, Epigrammata 97
Not analysed yet
97. (80.) Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης, ὠνητὴν φιλίῳ πᾶσι χαριζομένη· εἰμι δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ’ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῇδ’ ἔθετο γραφίδι, δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσίν ἶσα γὰρ αὐτῷ κηρῷ τηκομένῳ τήκεταί οἱ κραδίη.