Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 10.1
Not analysed yet
ι΄. Ναρσῆς δὴ οὖν ὁ στρατηγὸς ἤσχαλλέ τε ἄγαν καὶ ἐχαλέπαινεν, εἰ χρόνος τοῖς Ῥωμαίοις πολὺς ἐν ἐλαχίστῳ πολιχνίῳ τετρίψεται. ἀλύοντι δέ οἱ καὶ ἕκαστα γνωματεύοντι, ἔδοξεν χρῆναι ἀποπειρᾶσθαι τοῦ φρουρίου ἀμηγέπη τρόπῳ τοιῷδε. ἐν τῷ πρὸς ἥλιον ἀνίσχοντα τοῦ λόφου τετραμμένῳ ἀγκῶνι ἄντρον τι ὕπεστιν ἀμφηρεφές τε καὶ γλαφυρώτατον, ὡς ἄδυτά τε ἔχειν αὐτόματα καὶ κῦτος εὐρὺ καὶ βαραθρῶδες· ἐνταῦθα δὴ πάλαι φασὶ τὴν Σίβυλλαν τὴν πάνυ, τὴν Ἰταλὴν, ἐνδιαιτωμένην, φοιβόληπτόν τε εἶναι καὶ ἔνθουν, καὶ προαγορεύειν τὰ ἐσόμενα τοῖς πυνθανομένοις. λέγεται δέ ποτε καὶ Αἰνείαν τὸν Ἀγχίσου κόμενον ἅπαντα οἱ τὴν Σίβυλλαν φάναι τὰ ὕστερον ξυνενεχθέντα. ὑπὲρ ταύτην δὴ οὖν τὴν σπήλυγγα μέρος τι τοῦ περιβόλου ἐρήρειστο καὶ ἐφειστήκει. Ναρσῆς δὲ τοῦτο ἐπιφρασάμενος πρὸς αὐτοῦ εἶναι ᾠήθη, καὶ οὖν αὐτίκα ἄνδρας ὡς πλείστους ὑπὸ τὰ κοῖλα ἐμβαλὼν τοῦ σπηλαίου, ὄργανα φέροντας λιθοτόμα καὶ τειχωὸυχα, ἐξεκόλαπτεν ἠρέμα καὶ διέτεμεν τοῦ ἄντρου τὸν ὄροφον, ἔνθα τὸ ἔρυμα ἥδραστο, καὶ ἐς τοσοῦτον ἐξέκοπτεν καὶ διεκάθαιρεν τὴν βάσιν τῆς oἰκοδομίας, ἐς ὅσον ἤδη τὴν ἀρχὴν τοῦ θεμελίου ἀπογυμνοῦσθαι. τότε δὲ ξύλα ὄρθια ἐν κώμῳ ὑπεστήριζε, ταύτῃ τε ἀνεῖχεν ἅπαν τὸ ἄχθος του τείχους, ὡς μὴ ὑπορρέοι κατὰ βραχὺ καὶ διαλύοιτο ἡ ἁρμονία, συναίσθησις τε τοῦ ὁρωμένου ταχεῖα γίγνοιτο τοῖς Γοτθοις. ἦ γὰρ ἂν κατ᾿ ἀρχὰς εὐθὺς ἐπιβοηθοῦντες, καὶ τὸ πεπονθὸς ἀκεσάμενοι, διεφύλαττον τολοιπὸν βεβαιότατα· ἵνα δὲ μὴ πάμπαν τὰ ποιούμενα ἐπιγνοῖεν, μηδὲ τοῦ πατάγου τῆς λατομίας ἐπαΐοιεν, τότε δὴ ἐς ὅτι μάλιστα ἐπεφέροντο ἄνωθεν Τῷ τείχει ὁ τῶν 'Ρωμαιων στρατὸς, ἀλαλάζοντες καὶ ἐπικροτοῦντες· θόρυβός τε ἦν πέρα τοῦ ἀναγκαίου πολὺς καὶ ταραχώδης ἡ πολιορκία ἐπεὶ δὲ ἅπαν ἤδη τὸ τεῖχος ὁπόσον τῷ ἄντρῳ παρπέτατο, ἐκκρεμὲς τε ἦν καὶ μετέωρον, καὶ μονοις ἐπεβεβήκει τοῖς ξύλοις, ἃ δὴ ὀρθοστάδην ἐτύγχανον ἐρηρει- σμένα, τότε δὴ φυλλάδα νήσαντες, καὶ ὁ, τι τῆς ὕλης ταχυδαές τε καὶ αὖον, καἰ εἶτα ὑποθέντες πῦρ τε ἐναύσαντες ἐκτὸς ἀπεχώρουν. οὐκ ἐς μακρὰν δὲ τῆς φλογὸς ἀρθείσης, τὰ μὲν στηρίγματα εὐθὺς ἀνθρακούμενα κατεθραύετο, καὶ πρὸς τὴν ἀντίθεσιν ἐνεδίδου· τοῦ δὲ ἐρύματος ὁπόσον ἐπ’ ᾖωρεῖτο, ὑφίζανεν ἀθρόον καὶ κατωλίσθαινεν τῇ κενότητι, πύργοι τε οἱ ἐνθένδε καὶ προμαχεῶνες ἔξαπιναίως ἀποῤῥαγέντες τῶν ἄλλων, ἐς τὸ πρανὲς ἔξεκυλίσθησαν· τε πύλη ἡ τῷδε τῷ μέρει προσαραρυῖα, ξυνεκέκλειστο μὲν εὖ μάλα βεβαιότατα, ὡς δὴ πολεμίων παρόντων, καὶ τὰ κλεῖθρα ὑπὸ τῶν φυλάκων κατείχετο, ἡ δὲ αὐτοῖς μοχλοῖς τε καὶ βαλανάγραις ἐκτιναχθεῖσα, ἐς τὴν ἠΐονα τὰς σπιλάδας ἐρήριπτο, ἅμα τε ἅπαντα τὰ ξυμπεπηγότα ἔτι ἐκλύζετο, σταθμοὶ καὶ γεῖσον καὶ ὑπερθύριον καὶ οἱ θαιροὶ τῷ οὐδῷ ἐνηρμοσμένοι· τούτων δὲ γεγενημένων, τοῖς Ῥωμαίοις ῥᾳδίως τολοιπὸν εἰσιτητέα εἶναι ἐδόκει ἀνὰ τὸ πόλισμα, καὶ περιοπτέα τῶν πολεμίων, ἡμάρτανον δὲ καὶ ὣς τῆς ἐλπίδος. σήραγγές τε γάρ τινες καὶ ἀποῤῥῶγες τοῦ τε λόφου καὶ τῶν ἔνδοθεν περιαυλισμάτων ἔπι μέγα ἐκτεινόμεναι, κρημνῶδες ἀτεχνῶς καὶ δυσέμβολον οὐχ ἧσσον ἀπεδείκνυσαν τὸ χώριον. καὶ Ναρσῆς μὲν θαρσαλεώτερον τῷ φρουρίῳ αὖθις προσέβαλλεν, ὡς καὶ αὐτοβοεὶ ἅπαν ἀναρπασόμενος· τῶν δὲ Γότθων ἐνταῦθα ξυνειλεγμένων καὶ παντὶ σθένει ἀμυνομένων, ἀπεκρούετο καὶ οὐδέν τι μᾶλλον εἶχεν ἀνύτειν.