Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 11
Not analysed yet
ια'. Ἐπεὶ δὲ πολέμῳ τε καὶ ἐπιδρομαῖς ἑλεῖν δήπου τὸ χωρίον ἀδύνατα ἦν, ἔγνω μὴ ἁπάσῃ τῇ στρατιᾷ ἐν τοῖσδε διαπονεῖσθαι, ἀλλ’ ἐς Φλωρέντειαν καὶ Κεντουκέλλας καἰ ἄλλα ἄττα πολίσματα τῆς Τουσκίας χώρας εὐθὺς ἀφικέσθαι, ἅπαντά τε τὰ τῇδε καταστησάμενος προτερῆσαι τὴν ἐπήλυσιν τῶν πολεμίων. ἤδη γὰρ αὐτῷ Λεύθαρις καὶ Βουτιλῖνος καὶ τὰ Φράγ- γων δὲ καὶ Ἀλαμανῶν στρατεύματα εἴσω τοῦ Πάδου ποταμοῦ ἠγγέλλοντο παρεῖναι, ὦν δὴ ἕνεκα κινήσας ὡς τάχιστα τὸ πλεῖστον τοῦ στρατοῦ ἐπὶ ταύτην ἐχώρει. ἐπεὶ δὲ Φιλίμουθ ὁ τῶν ξυνεπομένων Ἐρούλων στρατηγὸς οὐ πολλαῖς πρότερον ἡμέραις νόσῳ ἁλοὺς ἐτεθνήκει, ἔδει δὲ ἄρα αὐτοὺς ὑπ’ ἰδίῳ τινὶ τάττεσθαι ἡγεμόνι, αὐτίκα ὅ γε Φούλκαριν αὐτοῖς τὸν ὁμόφυλον ἐπιστήσας, τὸν Φανιθέου ἀδελφιδοῦν, ἐκέλευσεν ἅμα Ἰωάννη τῷ Βιταλιανοῦ, καὶ πρός γε Βαλεριανῷ καὶ Ἀρταβάνῃ, καὶ μὲν δὴ καὶ ἄλλοις στρατηγοῖς καὶ ταξιάρχοις, ξὺν τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ, τὰς Ἄλπεις τὸ ὄρος περιελθόντας, ὃ δὴ ἐν μέσῳ Τουσκίας τε τῆς χώρας, καὶ Αἰμιλείας ἀνέχει, ἀμφὶ τὸν Πάδον ἱκέσθαι τὸν ποταμὸν, αὐτοῦ τε στρατοπεδευσαμένους, καὶ τὰ ἐρυμνὰ τῶν χωρίων προκαταλαβόντας ἀποκρούεσθαι καὶ ἀναστέλλειν τὰς τῶν πολεμίων ἐφόδους. δοὺς. καὶ εἰμὲν ἀπώσασθαι αὐτοὺς τελεώτατα δυνηθεῖεν, χάριν ῥὶν εἰδέναι τῇ τύχῃ, εἰ δέ γε βιαζόμενοι τῷ πλήθει οἶοί τε οὐκ εἰεν, ἀλλὰ σχολαιτέραν αὐτοῖς ποιήσασθαι τὴν πορείαν, καὶ οὐ μάλα θαρσαλέους ἀνὰ τὰ πρόσω φοιτᾷν μεθιέναι, δεδίττεσθαι δὲ αὐτοὺς ἐς τὰ μάλιστα καὶ εἴργειν ὡς ποῤῥωτάτω, ἕως αὐτὸς τὰ ἐν Ποσίν ἅπαντα ᾖ βούλοιτο διαθείη. οἱ μὲν οὖν κατὰ ταῦτα ἐχώρουν, κατέλιπεν δὲ καὶ ἐν Κύμη δύναμιν ἀξιόχρεων· ὅπως δὴ προσκαθεδούμενοι, καὶ ἔνδον τοὺς ἐγκατείργοντες, χρονίᾳ γοῦν αὐτοὺς παραστήσοιντο πολιορκίᾳ. καὶ οἱ μὲν, χαράκωμα περιεβάλλοντό τε, καὶ τὰς ἐξόδους ἐφύλαττον, εἴπου τινὰ ἕλοιεν ἐπὶ χιλὸν ἰόντα. ᾤοντο γὰρ αὐτοῖς ἤδη που ἐς ἐνιαυτὸν πολιορκουμένοις, ἅπαντα ἐξαναλῶσθαι τὰ ἐπιτήδεια Ναρσῆς δὲ ταῖς πόλεσι προσβαλὼν ἀκονιτὶ τὰς πλείστας προσηγάγετο. Φλωρέντιοι μὲν γὰρ ὑπαντιάσαντες καὶ τὰ πιστὰ κομισάμενοι, ὡς οὐδὲν ἄχαρι πείσονται, σφᾶς τε αὐτοὺς ἐθελονταὶ καὶ τὰ οἰμῶ παρέδοσαν. Κεντουκελλαῖοι δὲ ὅμοια ἔπρασσον. Βουλοτεῤῥαῖοι δὲ οὐκ ἄλλως, οὕ- τω δὲ καὶ Λουναῖοι, νᾶι μὲν δὴ καὶ Πισαῖοι. ὧδέ πω Ι. Ι. 26 ἄρα αὐτῷ ἐξ οὐρίας ἅπαντα ἔθει, καὶ, ὁδῷ ἰὼν τὰ ἐν ποσὶν εχειρουτο.