Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 17-2
Not analysed yet
ιζ'. Αἱ γοῦν Τράλλεις ἡ πόλις, ἥ ὲν τῇ Ἀσίᾳ νῦν χώρᾳ ἀγχοῦ που τοῦ Μαιάνδρου ποταμοῦ ἱδρυμένη, τὸ μὲν παλαιὸν Πελασγῶν γέγονεν ἀΠοικία, ὑπὸ δὲ τοὺς Αὐγού- B στου Καίσαρος χρόνους ἐσείσθη τε ἅπασα καὶ ἀνετράπη, καὶ οὐδὲν αὐτῆς ὅ, τι ἐσέσωστο. οὕτω δὲ τοῦ αστεος οἰκτρότατα κειμένου, ἄγροικόν τινά φασι, τούτων δὴ τῶν γεηπόνων, Χαιρήμονα τοὔνομα, σφόδρα τὴν ψυχὴν ἁλῶναι τῷ πάθει, καὶ οὖν οὐκ· ἐνεγκόντα θαυμάσιόν τι ἡλίκον καὶ ἄπιστον ἔργον ἀνύσαι. μήτε γὰρ τῆς ὁδοῦ τὸ μῆκος ἢ τῆς πρεσβείας τὸ μέγεθος κατοῤῥωδήσαντα, μήτε ὅτι μεγίστοις, ὥσπερ εἰκὸς, ὁμιλήσειν ἤμελλεν κινδύνοις, καὶ ταῦτα ἐπ᾿ ἀδήλῳ τῇ τύχῃ, μήτε τῶν οἴκοι τὴν ἐρημίαν, μήτε ἄλλo τι τῶν, ὁπόσα διανοούμενοι ἄνθρωποι μεταμανθόνουσι τὰ δοκηθέντα, ἀφικέσθαι, μὴ ὅτι ἐν ῾Ρώμη, ἀλλὰ γὰρ καὶ ἐς τῶν Κανταβρινῶν τὴν χώραν, ἀμφ᾿ αὐτὰς δή που τὰς τοῦ Ὠκεανοῦ ἠϊόνας, (ἐτύγχανεν γὰρ αὐτοῦ που ὁ Καῖσαρ ἐν τῷ τότε πρός τι τῶν ἐθνῶν διαμαχóμενος,) ἀγγεῖλαί τέ οἱ τὰ ξυνενεχθέντα, καὶ οὕτως ἑλεῖν τὸν βασιλέα, ὡς αὐτίκα δὴ μάλα ὑπατικοὺς ἑπτὰ τῶν ἐν τοῖς μάλιστα εὐπατριδῶν τε καὶ εὐδαιμόνων ἀνδρῶν ἐκ τῆς ῾Ρώμης ἀπολεξάμενον, ἅμα τῷ σφετέρῳ πλήθει στεῖλαι ἐς τὴν ἀποικίαν, καὶ τοὺς, ὡς τάχιστα ἐν τῷ χώρῳ γενομένους, χρήματά τε πλεῖστα ὅσα ἐπιδόντας καὶ σπουδῇ χρησαμένους, ἀναδομῆσαι αὖθις τὴν πόλιν, καὶ ἐς τὸ μέχρι τοῦδε σωζόμενον ἀπεργάσασθαι σχῆμα. νῦν οὖν οἱ ἐκείνῃ ἀστοὶ Πελασγοὶ μὲν οὐκέτι ἂν δικαίως κληθεῖεν, Ῥωμαῖοι δὲ μᾶλλον, εἰ καὶ τὼ τῆς φωνῆς ἐς τὸ ἑλληνικόν τε καὶ ἀττικώτερον μετεβάλοντο. πῶς γὰρ οὐκ ἤμελλον προσοικοῦντες τὴν Ἰωνίαν; ταῦτα δὲ οὕτω ξυνενεχθῆναι δηλοῖ μέν που καὶ ἡ πάτριος τοῦ ἄστεος ἱστόρια, οὐχ ἤκιστα δὲ τοὐπίγραμμα, ὅπερ ἔγωγε ἐκεῖσε ἐλθὼν ἀνελε· ξάμην. ἔν τινι γὰρ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν, ὅθεν δὴ ὢν ἐτύγχανεν ὁ Χαιρήμων, Σιδηροῦς δὲ ὄνομα τῷ ἀγρῷ ἐκείνῳ,) βωμὸς ἵδρυται ἀρχαιότατος, ἐν ᾦ δὴ πάλαι, ὡς ἔοικε, τοῦ Χαιρήμονος ἄγαλμα ἐφειστήκει. νῦν γὰρ οὐδὲν ὁτιοῦν ἐν αὐτῷ φαίνεται. ἐγκεχάρακται δὲ ὅμως ἔτι τὸ ἐλεγεῖον τῷ βωμῷ ὧδέ πως ἔχον· Κλασθείσας πάτρας σεισμῷ ποτε, Κάνταβριν ἐς γᾶν Χαιρήμων ἔπτα, πατρίδα ῥυσόμενος. Καίσαρι δ’ εἱλιχθεὶς περὶ γούνασι, τὰν μεγάλαυχον Ωρθωσε Τράλλιν, τὰν τότε κακλιμέναν· Ἀνθ’ ὧν συγγενέες τοῦτο βρέτας, ὄφρ’ ἐΠί βωμῷ, Οἶα δίκα κτίσταν, τάνδε φέροιτο χάριν. καὶ τὰ μὲν τῶν Τράλλεων πέρι ὧδέ πως ἔχειν πεπίστευται. πολλὰς δὲ κατ’ ἐκεῖνο τοῦ καιροῦ καὶ ἄλλας πόλεις ἐν τῇ Ἀσίᾳ, Ἰωνικός τε καὶ Αἰολίδας, παραπλήσια παθεῖν ξυνηνέχθη.