Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 22.1-2
Not analysed yet
κβ'. Καὶ τοίνυν οὕτως ἕκαστα ὡς οἷόν τε ᾦ αὐτοῖς ἐν τῷ ἀσφαλεῖ καταστησάμενοι, ἐνῆκαν ἁπάσας τῇ θαλάττῃ λαθραίως ἀμφὶ τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτὴν, τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου· ἐμβάντες δὴ οὖν ἐν αὐταῖς ἄνδρες ἐς ἑξακοσίους, καὶ πτύα ὡς πλεῖστα ταῖς ἐπικαλαμίσιν ἐντροπωσάμενοι, καὶ ἀμαθέστερόν πως ταύτῃ ἀνήγοντο ὡς ἀπωτάτω τῆς χέρσου, ἐξωπλισμένοι τε εὖ μάλα καὶ πρὸς τὸ ἐνεργὸν ἑστηκότες. οὕτω γὰρ ᾤοντο ἠρέμα γιγνόμενοι, ῥᾳδίως ὑπερβαλέσθαι καὶ περιπλεῦσαι τὸν ἀγκῶνα τοῦ τείχους τὸν μέχρι τοῦ βάθους ἐκτεταμένον, τολοιπὸν ἀδεῶς ἐπιβήσεσθαι τῶν ἐνδοτέρω χωρίων, ὡς δὴ οὐδαμῶς ἐρύμασι περιεχομένων ἢ μόνῳ τῷ Ἑλλησπόντῳ ταῦτα δὴ ὁ Γερμανὸς ἐκ τῶν κατασκόπων πυθόμενος, γινώσκων, ὡς οὐκ ἐς μακρὰν ὁ τῶν καλάμων στόλος ἐπιφοιτήσει, ἐπεκερτόμησε μὲν τοὺς πολεμίους τῆς ἀβουλίας, μάλα δὲ ἥσθη ἐπ’ αὐτῇ, ὡς δὴ πρὸς αὐτοῦ ἐσομένη. αὐτίκα γὰρ ἐπακτρίδας εἴκοσι πολυήρεις τε καὶ ἀμφιπρύμνους ἀνδρῶν σιδήρῳ τεθωρακισμένων, ἀσπίδας τε φερόντων τόξα καὶ πρός γε δορυδρέπανα, τούς τε ἐρέττοντας ἐμβαλὼν, καὶ τοὺς τοῖς πηδαλίοις ἐφεστηκότας ὑπὸ τὴν ἔνδον τῆς θαλάττης γλωχῖνα καθάπερ εἰς ἐνέδραν καθορμίσας, ἐνέκρυψεν, ὡς ἂν μὴ πόῤῥωθεν προοφθεῖεν, δὲ οἱ βάρβαροι ἤδη ὑπερβάντες τὸ προπετὲς τοῦ καὶ ἀπολῆγον καὶ τοῦ αἰγιαλοῦ προεξέχον, ἐνέκλινον πρὸς τὰ εἴσω, καὶ ἐπεφέροντο φρονήματι σὺν πολλῷ καὶ παῤῥησίᾳ, τότε δὴ καὶ τῶν Ῥωμαίων ὁλκάδες ἀντανήγοντο καὶ ἀντεπῄεσαν· καί πως αὐταῖς τοῦ ῥοῦ συλλαμβανομένου ἀντίπρωροι κατιοῦσαι, βιαιότερον προσπίπτουσι ταῖς ἐκ τῶν καλἀμων σχεδίαις καὶ δῆτα αἰ μὲν τῇ προσκρούσει περιετρέποντο ἐς τοὔμπαλιν ὑπὸ τοῦ σάλου, καὶ ἐκαλινδοῦντο ὡς μηκέτι ἀσφαλῆ τὴν βάσιν παρέχεσθαι τοῖς ἐφεστηκόσιν, τοὺς μὲν ἐν τοῖς κύμασιν ἀποβληθέντας ἀπόλλυσθαι, τοὺς δὲ συνιζάνειν ἐν αὐταῖς πρὸς ἀνάγκης καὶ διαπορεῖν οὐ, καὶ δράσαιεν. οἵ γε μὴν ἔτι ἑστηκότες διεταράττοντο ὑπὸ τοῦ κλυδωνίου, μετρίου μὲν ἔντος καὶ ἐλαχίστου ὡς ἐς νηῶν κίνησιν καὶ ἀκάτων, τοῖς δὲ καλάμοις διὰ τὴν κουφότητα καὶ μάλα χαλεπωτάτου. τοιγάρτοι μετέωροι τε θαμὰ ἐγίνοντο ὑπὸ κυρτῷ αἰρόμενοι τῷ ῥοθίῳ, καὶ συγεκσθείλκοντο αὖθις κοιλαινομένῳ. καί τοίνυν οἱ ἄνδρες διαμάχεσθαι μὲν ἐπειρῶντο, ἦν δὲ αὐτοῖς οὐδέν τι ἕτερον εὐκτόν τε καὶ ἐσπουδασμένον, ἢ ὅπως ἂν ἱστάναι γοῦν μόνον δύναιντο καὶ βεβηκέναι. οὕτω δὲ τῶν βαρβάρων ἐν θορύβῳ τι καὶ ἀφασίᾳ καθεστηκότων, οἱ Ῥωμαῖοι διέκπλους, ὅποι παρείκοι, ποιούμενοι, ὠθισμοῖς τε ἐχρῶντο καθάπερ ἐν πεζομαχίᾳ, καὶ ταύτῃ πολλοὺς τῶν ἐναντίων κατέβαλλον, ἅτε δὴ αὐτοὶ βεβαιότατα ἐν ταῖς ὁλκάσιν ἐρηρεισμένοι· ἐνίους δὲ τοῖς ξίφεσιν ἐκ χειρὸς πλήττοντες ἔκτεινον. ἐπεὶ δέ γε αὐτῶν πολλαχοῦ καὶ ἀφειστήκεσαν, καὶ οὔπω ἐπέλαζον, ἐνταῦθα τοῖς δορατίοις ἐφικνούμενοι καὶ τὰς δρεπανώδεις τούτων αἰχμὰς ταῖς μηρίνθοις ἐκείναις, αἷς δὴ οἱ κάλαμοι ἐτύγχανον συμπεπλεγμένοι, ἐμβάλλοντες, ἐξέτεμνον στοιχηδὸν ἁπάσας, καὶ διέλυον τὴν συνέχειαν. τότε δὴ οὖν οἱ μὲν δόνακες ἀποτμηγέντες ἀλλήλων, καὶ σποράδην ἐπινηχόμενοι, ἄλλος ἄλλοθι ἀπεπτύετο. οἱ δὲ Οὖννοι, τῆς βάσεως αὐτοὺς ἐπιλειπούσης, ἀθρόον κατεδύοντο ἐν τῷ βάθει καὶ ἔθνησκον ἀχρήστου ποτοῦ ἐμπιπλάμενοι. οὕτω τε ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὅστις αὐτῶν ἀνὰ τὴν ἤπειρον ἐπανῆκεν.