Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 21.1-2
Not analysed yet
κα'. Ἐν τούτῳ δὲ ἅτερος τῶν βαρβάρων ἀποδασμὸς ,οἳ δὴ ἐτύγχανον ἐφεδρεύοντες τῇ Χεῤῥονήσῳ, πολλάκις μὲν τῷ περιβόλῳ προσέβαλλον, κλίμακάς τε προσάγοντες καὶ τὰς μηχανὰς τὰς ἑλεπόλεις· πολλάκις δὲ ὑπὸ τῶν ἔνδον ὄντων Ῥωμαίων ἀπεκρούοντο σθένει παντὶ ἀμυνομένων ἡγεῖτο δὲ τού- των Γερμανὸς ὁ Δωροθέου, νέος μέν γε ὢν κομιδῇ, καὶ πρῶτος ἤδη ὑπηνήτης, φρονήματι δὲ στρατηγικῷ διαπρέπων καὶ πολλῷ πλέον τῆς ἡλικίας τὸ μεγαλουργὸν κεκτημένος. πατρὶς δὲ ἦν αὐτῷ πόλις Ἰλλυρικὴ, Βεδερίανα μὲν ἐκ παλαιοῦ ὀνομαζομένη, ὕστερον δὲ Πρώτη Ἰουστινιανὴ μετακληθεῖσα· Ἰουστινιανὸς γὰρ ὁ βασιλεὺς, ἅτε δὴ κατ᾿ αὐτὴν εἰς φῶς προηγμένος, ἐκόσμησέ τε εἰκότως τὴν πατρίδα ἔργοις ποικίλοις, καὶ ἐξ ἀφανοῦς εὐδαίμονα ἐξειργάσατο, καὶ τῆς οἰκείας αὐτῇ μεταδέδωκεν προσηγορίας. ἐκ τούτου δὲ τὸ γένος ἕλκων ὁ Γερμανὸς, σφόδρα οἱ ἐπεφρόντιστο. τοιγάρτοι ὀκταέτῆ χρόνον ἐκ γενετῆς διανύων, ἤχθη πρὸς αὐτοῦ ἐς πόλιν τὴν βασιλίδα, καὶ τημελείας ἀπώνατο πάσης. τοῖς δὲ γὰρ τῶν γραμματιστῶν ὡμίλει διδασκαλείοις, καὶ πρός γε ἀνὰ τὰ φροντιστήρια φοιτῶν, τὴν τῶν Λατίνων μετέσχε παιδείας. ἐπεί δὲ ἐς ἥβης μέτρον ἀφίκετο, ἔστειλέ γε αὐτὸν αὐτίκα ἐν Χεῤῥονήσῳ, ἄρχοντα τοῦ τῇδε στρατοῦ καταστησάμενος ,ὡς ἂν αὐτῷ εὐθὺς τὸ τῆς νεότητος ὀξὺ καὶ ταχύῤῥοπον καὶ πρὸς τὰς δόξας ἠρμένον ἐν τοῖς προσήκουσι καὶ ἀναγκαίοις ἀποπιμπλάνοιτο, ἀλλὰ προθέοι καὶ ἀνασκιρτῴη πρὸς κινήσεις ἀλόγους κὼ δημώδεις ὁρμὰς, καὶ ἵππων ἀμίλλας τοῖς χρώμασι μεμερισμένας, ἐν οἶς ὡς ταπολλὰ τὸ νέον, εἰ μὴ ἐς ἕτερόν τι τῶν ἐνασχοληθείη, ῥᾳδίως ῥέπει καὶ ἐκταράττεται. τότε δὴ οὗν τῶν Οῦννων τῇ Χερρονήσῳ προσκαθημένων καὶ ἐνοχλούντων, οὐκ ἀνίει ὁ νεανίας τάς τε προσβολὰς ἀνακόπτων καὶ πᾶσαν βουλὴν ἀμυντηρίν διανοούμενος. αὐτός τε γὰρ οἴκοθεν τῷ ἐπιβόλῳ τῆς φύσεως εὐστοχώτατα δλεγίγνωακε τὸ καί τοῖς πρεσβυτέροις τῶν ἀμφ’ αὐτὸν καὶ πολλοῖς ἦδη πρότερον πόνοις τοὺς τῶν πολέμων ἀγῶνας ἐκμεμελετηκόσι σὺν εὐκολίᾳ ἐπείθετο τὰ πρακτέα ὑφηγουμένοις. ἔπει δὲ οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι, οὔτε ὡς ἐν πολιορκίᾳ ἐφεδρεύοντες τῷ ἐρύματι, οὔτε πρὸς τειχομαχίαν ἔγνωσαν τρόπου ἑτέρου αὐθάδους τε καὶ γενναίου καὶ πρὸς τὸ φιλοκίνδυνον ἄγοντος ἀποπειραθῆναι, οὕτω τε ἢ θᾶττον ἑλεῖν τὸ χώριον, ἢ μεθεῖναι τολοιπὸν καὶ ἀποπαύσασθαι καὶ ἐς τὰ σφέτερα ἤθη ἀπονοστῆσαι. ναὶ τοίνυν καλάμους ὡς πλείστους ἀθροίσαντες εὐμήκεις τε ἄγαν καὶ ἐς ὅ, τι στεῤῥοὺς καὶ παχίστους, καὶ τούτους ἐπ’ αὐτοῖς καὶ ξυνδήσαντες καλωδίοις τε καὶ τολύπαις, πολλὰς ἀπειργάσαντο. τότε δὲ ξύλα ἰθυτενῆ καθάπου καὶ ἐγκαινίδας ὕπερθεν κατὰ τὸ ἐγκάρσιον ἐνθέντες, οὐ δια- παντὸς, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον, καὶ μείξοσι δεσμοῖς περισφίγξαντες, ξυνῆπτον ἀλλήλαις αὐτὰς ξυνεμίγνυον, λίαν ἐν χρῷ πεπιεσμένας, ὡς τρεῖς τυχὸν ἢ C πλείους ἐς μίαν ἀποτελεῖσθαι σχεδίαν, εὖρος ἔχουσαν ἀρκοῦν πρὸς ἀνδρῶν τεττάρων ὑποδοχὴν καὶ ἑπίβασιν, καὶ τῷ βάθει ἐς τοσοῦτον διικνουμένην, ἐς ὅσον φέρειν βεβαίως τὰ ἄχθη, καὶ τῇ λεπτότητι μὴ καταδύεσθαι. τοιαύτας δὴ οὖν οὐ μεῖον ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτεκτήναντο σχεδίας. ὡς ἂν δὲ αὐτοῖς πλωϊμώτεραι εἷεν, οἱ δὲ τὰ ἐμπρόσθια τούτων τὸ μετέωρον ἐς πρῴρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες καὶ ὡσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησάμενοι, κωπητῆρας ἐφ’ ἑκατέρᾳ πλευρᾷ καὶ οἷον αὐτομάτους ἐμηχανήσαντο.