Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 23.1
Not analysed yet
κγ΄. Ὡδε γὰρ τὰ ἐς τὴν ταφὴν οἱ Πέροαι νομίζουσι, ταύτῃ τε τῶν σαρκῶν ἀφαιρουμένων, γυμνὰ δὴ τὰ ὀστᾶ πύθεται σποράδην ἀνὰ τὰ πεδία περιεῤῥιμμένα. θήκῃ γάρ τινι ἢ λάρνακι τούς τεθνεῶτας, ἢ καὶ τῇ γῇ καταχωννύναι ἥκιστα θέμις αὐτοῖς. ἐφ’ ὅτῳ δὲ ἂν σώματι μὴ θᾶττον καταμὴ πταῖεν οἱ ὄρνις, ἤ οἱ κύνες οὐκ αὐτίκα ἐπιφοιτῶντες διασπαράξαιεν, τοῦτον δὴ ἡγοῦνται τὸν ἄνθρωπον βέβηλον γεγονέναι τοὺς τρόπους, καὶ τὴν ψυχὴν ἄδικον καὶ βαραθρώδη, καὶ τῷ κακῷ δαίμονι ἀνειμένην. τότε δὴ οὖν καὶ μᾶλλον οἱ ἐπιτήδειοι τὸν κείμενον ὀλοφύρονται, ὡς τελεώτατα τεθνηκότα, καὶ οὐ μετὸν αὐτῷ τῆς κρείττονος μοίρας. ὃς δὲ ἂν τάχιστα καταβρωθείη, μακαρίζουσι τῆς εὐδαιμονίας, καὶ τὴν ψυχὴν ὑπεράγανται ὡς λίαν ἀρίστην καὶ θεοείκελον καὶ ἐς τὸν τοῦ ἀγα- θοῦ χῶρον ἀναβησομένην. οἱ δὲ πολλοὶ καὶ ἀσημότεροι εἴ που ἐν στρατοπέδῳ τύχοιεν νόσῳ τινι δυσκολωτάτῃ πεπιεσμένοι, ἔμπνοι ἔτι ἄγονται καὶ νηφάλιοι. ἐπειδὰν δέ τις οὕτως ἐκτεθείη, ἄρτου τρύφος αὐτῷ καὶ ὕδωρ καὶ βακτήρια ξυμπαράκεινται· καὶ μέχρι μὲν οἷός τε εἴη τῆς ἐδωδῆς ἀπογεύεσθαι, ναί τι δυνάμεως αὐτῷ ὑπολείποιτο, ὁ δὲ ἀμύνεται ταύτῃ δὴ τῇ βακτηρίᾳ τὰ ἐπιόντα τῶν ζώων, καὶ ἀΠοσοβεῖ τοὺς δαιτυμόνας. εἰ δὲ οὔπω μὲν πάμπαν διαφθαρείη, νικῴη δὲ ὅμως τὰ τῆς νόσου ὡς μηκέτι κινεῖσθαι τὼ χεῖρε, τότε δὴ τὸν δείλαιον ἡμιθνῆτα καὶ ἄρτι ψυχοῤῥαγεῖν ἀρχόμενον κατεσθίουσι, καὶ προαφαιροῦνται τὴν ἐλπίδα τοῦ ἴσως ἂν καὶ περιέσεσθαι πολλοὶ γὰρ ἤδη ἀναρρωσθέντες ἀπενόστησαν ἐς τὰ οἰκεῖα, καθάπερ ἐν σκηνῇ καὶ τραγῳδίᾳ ἐκ τῶν σκότου πυλῶν ἀφιγμένοι, ἴσχνω τινες καὶ ἑτερόχρωτες καὶ οἶοι δεδίττεσθαι τοὺς ἐντυγ- χάνοντας. εἰ δέ τις οὕτως ἐπανήξει, ἐκτρέπονταί γε αὐτὸν ἅπαντες, καὶ ἀποφεύγουσιν ὡς ἐναγέστατον, καὶ ὑπὸ τοὺς χθονίους ἔτι τελοῦντα, καὶ οὐ πρότερόν οἱ ἐφεῖται τῶν ξυνηθῶν μεταλαχεῖν διαιτημάτων, πρὶν ὑπὸ τῶν μάγων ἀποκαθαρθείη τὸ μίασμα δῆθεν τοῦ ἐλπισθέντος θανάτου, καὶ οἷον ἀνταπολάβοι τὸ αὖθις βιῶναι. καἰ εὔδηλον μὲν ὅτι δὴ τῶν ἀνθρωπείων ἐθνῶν ὡς ἕκαστο, εἰ γε ὁτῳδηοῦν νόμῳ ἐκ πλείστου νενικηκότι ἐμβιοτεύσαιεν, τοῦτον δὴ ἄριστον ἡγοῦνται καὶ θεσπέσιον, καὶ εἴπου τι παρ’ ἐκεῖνον πράττοιτο, φευκτόν τε αὐτοῖς εἶναι δοκεῖ καὶ καταγέλαστον καὶ ὁποῖον ἤδη καὶ ἀπιστεῖσθαι. ἐξεύρηνται δὲ ὅμως αἰτίαι τοῖς ἀνθρώποις καὶ λόγοι τῶν οἰκείων πέρι νόμων ἄλλοθι ἄλλοι, τυχὸν μὲν ἀληθεῖς, τυχὸν δὲ κὼ ἐς τὸ πιθανώτερον ἐσκευασμένοι. καὶ οὐδὲν οἶμαι θαυμαστὸν, εἰ καὶ πέρσαι τὰ παρὰ σφισιν αὐτοῖς ἔθη αἰτιολογοῦντες, ἀμείνονα πειρῶνται τῶν ἑκασταχοῦ ἀποφαίνειν· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσαιμι ἂν, ὅτι δὴ οἱ παλαίτατοι τῆς χώρας οἰκήτορες, εἶεν δ’ ἂν οὗτοι Ἀσσύριοι τε καὶ Χαλδαῖοι καί Μῆδοι, ἀλλ’ ἐκείνοις γε οὐ ταὐτὰ ἐδόκει. καὶ γὰρ ἀμφὶ Νίνον τὴν πόλιν καὶ ἀνὰ τὴν Βαβυλωνίαν χώραν καὶ πρός γε ἐν τῇ Μηδικῇ τύμβοι τε καὶ θῆκαι τῶν πάλαι τεθνεώτων ἵδρυντο, οὐκ ἄλλον τινὰ ἡ τὸν ἡμέτερον ἀποσώζουσαι τρόπον, καὶ εἶτε σώματα, εἴτε κόνις ἦν τὸ κρυπτόμενον, ὡς δὴ πείνων τὸν παρ’ Ἕλλησι νόμον πυρποληθέντων, οὐδαμῶς ὅμοια γε ταῦτα τοῖς νῦν γιγνομένοις ἐτύγχανον ὄντα.