Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 22-2
Not analysed yet
κβ’. Ὁ δὲ Μερμερόης ἐς τὰ Χυτροπώλια παραγενόμενος, καὶ πολλὰ τῆς ἀνανδρίας ἐπιτωθάσας τοὺς οὐκ ἀίοντας καὶ λοιδορησάμενος, ἔγνω μὴ περαιτέρω ἰέναι, μηδὲ τῇ Νήσῳ προσβάλλειν. οὔτε γὰρ τὰ ἐπιτήδεια ἐκπορίζεσθαι τοσούτῳ στρατῷ ἐν μέσῃ τῇ πολεμίᾳ οἶός τε ἦν, οὔτε ἄλλως αστο ἐς πολιορκίαν. τοιγάρτοι ἀποπορευτέα μὲν αὖθις αὐτῷ ἐπὶ Τήλεφίν τε καὶ τὴν ἐκείνῃ δυσχωρίαν οὐ μάλα ἐδόκει, ξύλοις δὲ καὶ ἀκάτοις, ἃ δὴ ἐς τοῦτο ἐπεποίηντο, ζεύξας τὰς τοῦ Φάσιδος ὄχθας καὶ οἶον γέφυραν τεκτηνάμενος, διεβίβασεν ἀδεῶς ἅπαν τὸ στράτευμα, οὐδενὸς ἐνοχλοῦντος. καὶ δὴ τοὺς εἰς Ὀνόγουριν Πέρσας ἱδρυμένους τὸ φρούριον, ὃ δὴ πρότερον αὐτὸς ἐν τῇ Ἀρχαιοπόλεως Περιοικίδι ἐπιτείχισμα κατὰ τῶν Ῥωμαίων κατεστήσατο, ἀλλὰ τούτους γε τοὺς πέρσας ἐπιθαρσύνας, καὶ ἑτέραν δύναμιν ἐμβαλὼν, καὶ ἅπαντα τὰ τῇδε, ὡς ἐνῆν, κρατυνάμενος, πάλιν ἔς τε Κοτάϊσιν Κοτάΐσιν χείρισιν ἐπανῆκεν. αὐτίκα δὲ νόσῳ τινι πεπιεσμένος καὶ διατεθεὶς χαλεπώτατα, τὸ μὲν πλεῖστον τοῦ στρατοῦ καὶ ἀλκιμώτατον αὐτοῦ καταλέλοιπεν διαφυλάξοντας τὰ οἰκεῖα, αὐτὸς δὲ ἐς Ἰβηρίαν τὴν χώραν μετῆλθεν. καὶ τοίνυν ἐς πόλιν Μεσχοθὰ οὕτω καλουμένην μόλις ἠγμένος, καὶ οὐκ ἐνεγκὼν τὸ πᾶρος, τότε δὴ τέθνηκεν ὡς ἀληθῶς ὁ Μερμερόης, ἀνὴρ ἐν τοῖς μάλιστα παρὰ Πέρσαις γεγενημένος, καὶ δεινὸς μὲν ἐς εὐβουλίαν, ἄριστος δὲ τὰ πολέμια, καὶ σφόδρα τὴν ψυχὴν ἀνδρειότατος· ὃς δὴ γηραιὸς ὢν ἤδη, καὶ ἐκ πλείστου ἄμφω τὼ πόδε πεπηρωμένος, καὶ οἷος μηδὲ ἐφ’ ἵπΠου ὀχεῖσθαι, ὅμως ἐμόχθει ὡσπερ τις νεανίας ῥωμαλεώτατος, καὶ οὐκ ἀπηγόρευεν πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην ἐς τὰς παρατάξεις ἐφοίτα ,καὶ ταύτῃ τοὺς μὲν ἐναντίους κατέπληττεν, τοὺς δὲ οἰκείους παραινῶν καὶ ἐγκελευόμενος, καὶ τὰ πρακτέα ὀρθῶς διατάττων, πολλὰς ἀνεδήσατο νίκας. οὕτως ἄρα τὸ στρατηγεῖν οὐ σώματος ῥώμῃ, μᾶλλον μὲν οὖν φρονήσει δοτέον. τότε δὴ τὸ σῶμα τοῦ Μερμερόου οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι, καὶ ἐκτός που τοῦ ἄστεος ἀποκομίσαντες, οὕτω δὴ ἔρημόν τε καὶ ἀκάλυπτον κατὰ τὸν πάτριον ἔθεντο νόμον, κυσί τε ἅμα καὶ τῶν ὀρνέων τοῖς ὅσα μιαρὰ καὶ νεκροβόρα, παρανάλωμα γενησόμενον.