Ancient Greek · ~11 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 4
Not analysed yet
δ'. Παραλαβὼν δὲ τὴν πατρῴαν ἀρχὴν ὁ Θευδιβ́ερτος τούς τε Ἀλαμανοὺς κατεστρέψατο καί ἄλλα ἄττα πρόσοικα ἔρνη. τολμητίας τε γὰρ ἦν ἐς τὰ μάλιστα καὶ ταραχώδης, καὶ πέρα τοῦ ἀναγκαίου τὸ φιλοκίνδυνον κεκτημένος. ἡνίκα γοῦν τοῖς Ῥωμαίοις ὁ πρὸς Τώτιλαν τὸν ἡγεμόνα τῶν Γότθων ὠδίνετο πόλεμος, τούτῳ δὴ τότε τῷ Θευδιβέρτῳ ἐβεβούλευτό οἱ καἰ διεσπούδαστο, ἕως ἐν Ἰταλίᾳ Ναρσῆς τε καὶ τὰ στρατεύματα ἐμόχθει κὼ ἐνησχόλητο, αὐτὸς πλήθη ἄγειρας ἄλκιμά τε καὶ μαχιμώτατα, ἐς τὰ ἐπὶ Θρᾴκης ἀφικέσθαι χωρία, ἅπαντά τε τὰ τῇδε καταστρεψάμενος, ἀμφὶ τὸ Βυζάντιον τὴν πόλιν τὴν βασιλίδα τὸν πόλεμον μεταστῆσαι. οὕτω δὲ ἐνεργὸν τὸ βού- λευμα ἐποιεῖτο καὶ τὴν παρασκευὴν ἐμβριθεστάτην, ὡς καὶ πρεσβεύεσθαι πρός τε Γήπαιδας καὶ Λγγοιβάρδους καὶ ἄλλαἄττα πρόσοικα ἔθνη, ἐφ’ ᾦ καὶ οἵδε ξυλλάβοιντο τοῦ πολέμου. οὐ γὰρ ᾦετο ἀνεκτὰ εἷναι, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς ἐν τοῖς προγράμμασι τοῖς βασιλείοις, Φραγγικός τε καί Ἀλαμανικὸς, ἔτι δὲ Γηπαιδικός τε καὶ Λογγιβαρδικὸς, καὶ ἑτέροις τοιοῖσδε ὀνόμασιν ἀνεκηρύττετο, ὡς δὴ τούτων αὐτῷ τῶν ὠνῶν ἁπάντων δεδουλωμένων. αὐτός τε δὴ οὖν χαλεπῶς ἔφερε τὴν ὕβριν, καὶ· τοὺς ἄλλους ξυγχαλεπαίνειν ἠξίου, ἅτε δὴ καἰ ξυνυβρι- σμένους. οἶμαι μὲν οὖν εἰ καἰ τήνδε τὴν ἐκστρατείαν ἐποιήσατο, ἀπώνατο ἂν οὐκ ἐν καλῷ τῆς προπετείας, ἀλλὰ τυχὸν μὶν ἐν Θρᾴκη, τύχον δὲ έν Ἰλλυρίοις τάγμασι περιπεσὼν Ῥωμαϊκοῖς ἀκλεῶς ἂν διεφθάρη. τό γε μὴν ἐς ἔννοιαν ταῦτα βαλέσθαι, καὶ εἶτα θελῆσαι τε καὶ ἐφίεσθαι, καὶ τό γ’ ἐκείνου μέρος ἅπαντα ἤδη πεπρᾶχθαι, κράτιστον ἂν εἴη τὸν ἅνδρα τεκμηριῶσαι, ὡς δεινός τε ἦν καὶ αὐθάδης καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εἰ γὰρ μὴ ἔφθασεν ἡ τοῦ βίου τελευτὴ τὸ ἐγχείρημα, ἴσως ἂν καὶ ἐνήρξατο τῆς πορείας· νῦν δὲ ἐπὶ θήραν ἰὼν ταῦρος αὐτῷ ὑπαντιάζει, μέγας τε καὶ ὑψί- κερως, οὐ τῶν τιθασσῶν δήπου τούτων καὶ ἀροτήρων, ἀλλ’ ὑλονόμος καὶ ὄρειος, καὶ τοῖς κέρασι τὸ ἀντίπαλον διαφθείρων· βουβάλους οἶμαι τόδε τὸ γένος καλοῦσι. πλεῖστοι δὲ ἀνὰ τὴν ἐκείνῃ ἤπειρον νέμονται· ἀμφηρεφεῖς τε γὰρ αἱ νάπαι, καὶ τὸ ὄρη λάσια, καἰ δυσχείμερα τὰ χωρία,, ἅπασι δὲ τούτοις τὸ ζῶον ἥδεσθαι πέφυκε . τοῦτον δὴ οὖν ὁ Θευδίβερτος ἔκ τινος νάπης ἰδὼν ἀναθορόντα καὶ ἐπερχόμενον, εἱστήκει εὖ διαβὰς, ὡς τῷ δόρατι ὑπαντιάσων· ὁ δὲ, ἐπειδὴ ἀγχοῦ ἐγεγόνει, τῇ ῥοπῇ τοῦ δρόμου φερόμενος ἐς δένδρον τι τῶν οὐ λίαν μεγάλων τῷ μετώπῳ κορύττεται, καὶ τὸ μὲν διεσείσθη τε ἅπαν καὶ ἔπι θάτερα κατεκλίθη, ξυμβέβηκε δὲ ἀθρόον ὅρπηκα μέγιστον τῶν ἐνθένδε κεχαλασμένων βιαιότερον προσραχθέντα τὴν κεφαλὴν τοῦ Θευδιβέρτου πατάξαι· ὁ δὲ, καιρία γὰρ ἦν ἡ πληγὴ καὶ ἀνύποιστος, αὐτίκα ὕπτιος ἐπεπτώκει, καἰ μόλις φοράδην ἐς τὰ ὠκεῖα ἠγμένος, αὐθημερὸν ἀπεβίω. διαδέχεται δὲ τὴν ἀρχὴν Θευδίβαλδος ὁ παῖς, ὃς δὴ, εἰ καὶ νέος ἦν κομιδῇ, καὶ ἔτι ὑπὸ παιδοκόμῳ τιθηνούμενος, ἀλλ’ ἐκάλει γε αὐτὸν εἰς τὴν ἡγεμονίαν ὁ πάτριος νόμος