Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 6.1
Not analysed yet
ς΄. Ναρσῆς δὲ ὁ τῶν 'Ρωμαίων στρατηγὸς ἐπειδὴ ταῦτα ἐγνωκει, αὐτίκα ὅγε ἅπαντι τῷ στρατῷ ἄρας ἐκ τῆς 'Ρώμης, στρατοπεδεύεται οὐ πόῤῥω τῶν πολεμίων, ἀλλ᾿ ὅσον πατάγου τε ἀκούειν, καὶ διορᾷν τὸ χαράκωμα· οὕτω δὲ τῶν στρατευ- μότων ἀλλήλοις ἀναφανέντων, πολλὴ μὲν ἑκατέρωθεν ὑπῆρχεν παράταξίς, πολλαὶ δὲ φρουραὶ,̀ καὶ ἀγρυπνίαι, καὶ τῶν στρατηγῶν ἀνὰ τὰ πλήθη περινοστήσεις· ἐλπὶς δὶ καὶ δέος καὶ παλιμβολια, καὶ ὅσα τοῖς περὶ μεγάλων ἀγωνιουμένοις παράλογα ἐγγίγνεται πάθη, ἄλλοτε ἄλλοις ἐπεφοίτα· τὰ δὲ τῆς Ἰταλίας πολίσματα μετέωρά ἦν ἅπαντα καὶ δεδονημένα, ἐφ᾿ οὓς ἂν καὶ χωρήσοιεν ἀμφιγνοοῦντα. ἐν τούτῳ δὲ οἱ Φράγγοι τὰς ἐχομένας κώμας δῃοῦντες, τὰ ἐπιτήδεια σφίσιν ἀναφανδὸν διε- κόμιζον. Ναρσῆς δὲ τοῦτο ἰδὼν, αἶσχος οἰκεῖον ἡγεῖτο καὶ ἐχαλέπαινεν, εἴγε ἐξείη τοῖς τῶν δυσμενῶν ἀχθοφόροις οὕτω δή τοι ἀνειμένους ἐγγύτατα διαπορεύεσθαι, ὥσπερ οὐδενπ́ι ἀντίπαλον θεωμένοις. ἐδόκει οὖν αὐτῷ οὐκ ἐπιτρεπτέα τολοιπὸν, ἀλλὰ παντὶ σθένει διακωλυτέον. Χαράγγης δέ τις ἀνὴρ Ἀρμένιος, ἐνηρίθμητο μὲν τοῖς 'Ρωμαϊκοῖς ταξιήχοις, ἀvδρειότατος δὲ ἦν ἐς τὰ μάλιστα καὶ φρενήρης, καὶ ἐν δέοντι φιλοκίνδυνος. τούτῳ δὴ οὖν τῷ Χαράγγῃ (ἵδρυτο γὰρ ἀμφὶ τὸ τέρμα τοῦ στρατοπέδου πλησιαίτατα τῶν πολεμίων ἐσκηνωμένος,) παρακελεύεται ὁ Ναρσῆς ἐπιέναι τοῖς ἁμαξελάτmς, καὶ σίνεσθαι αὐτοὺς καθ’ ὅ, τι ἂν δύναιτο, ὡς ἂν μηκέτι χιλὸν διακμιζειν τολμῷεν. καὶ ὃς ἀθρόον ἐξιππασάμενος ἅμα ὀλίγοις τοῦ ἀμφ᾿ αὐτὸν τάγματος, τὰς μὲν ἄλλας ἁμάξας ἀφαιρεῖται, καὶ τοὺς ἄγοντας κτείνει· μίαν δέ τινα αὐτῶν χόρτῳ σεσαγμένην ἀγρίῳ τε καὶ γεγηρακότι, προσάγει τῷ πυὸγῳ, ὃν δὴ ἐπὶ τῆς γεφύρας οἱ Φράγγοι ἐτύγχανον ἐξειργασμένοι, ᾗπέρ μοι εἴρηται πρότερον. καὶ οὖν ἐνταῦθα προσπελάσας τὴν ἅμαξαν, πῦρ ἐμβάλλει τῷ χόρτῳ, μεγίστης δὲ φλογὸς ἐξαπίνης ἀρθείσης, ῥᾳδίως ἅπασα ἡ τύρσις ἐνεπίμπρατο, ἅτε δὴ ξύλοις ἐσκευασμένη. οἱ δὲ ἄνδρες τῶν βαρβάρων ὁπόσοι ἐπὶ φρουρᾷ ἐτετάχατo, ἐπειδὴ ἀμύνεσθαι οὐκ ἠδύναντο, ἀλλ᾿ ἤδη που καὶ αὐτοὶ πυρπολεῖσθαι ἤμελλον, ἔγνωσαν μεθεῖναι τὸ χώριόν, καὶ οἱ μὲν μόλις ἐνθένδε διεκπεσόντες ἐπὶ τὸ σφῶν στρατόπεδον καταφεύγουσιν· οἱ δὲ 'Ρωμαῖοι τῆς γεφύρας ἐγκρατεῖς ἐγεγένηντο. Τούτων δὲ οὕτω ξυνενεχθέντων, αὐτίκα οἱ Φράγγοι ταραχῆς, ὡς τὸ εἰκὸς, ἐνεπίμπλαντο, καὶ πρὸς τὰ ὅπλα ἐχώρουν. σφαδάζοπες τῷ θυμῷ καὶ λυττῶντες, κατέχειν τε ἐν ἑαυτοῖς τὰ φρονήματα οὐκ ἠδύναντο, ἀλλὰ τολμητίαι γε ἦσαν πέρα τοῦ μπριου καὶ θαρραλέοι, ὡς μηκέτι ἠρεμεῖν ἐθέλειν μηδὲ διαμέλλειν, ἀλλ᾿ αὐθημερὸν παρατάττεσθαι· καὶ ταῦτα προειρημένον αὐτοῖς ὑπὸ τῶν Ἀλαμανικῶν μάντεων, μὴ δεῖν ἐκειbνης τῆς ἡμέρας διαμάχεσθαι, ἢ γιγνώσκειν ὡς ἄρδην ἄπαντες ἀπολοῦνται. οἶμαι μὲν οὖν εἰ καὶ τῇ ὑστεραίᾳ ἢ καὶ καθ᾿ ἑτέραν ἡ ξυμβολὴ ἐγεγόνει, πάντως ἂν τοῦτο ἐκεῖνο ἐπεπόνθεσαν, ὅπεὸ καὶ ἐν τῷ τότε ἀπέβη. οὐ γὰρ δή που ἡ τῆς ἡμέρας ἐναλλαγὴ ἀπέχρησεν ἂν αὐτοῖς ἐς τὸ μὴ οὐχὶ ποινὰς ἀπο- τίσαι ὧν ἐτύγχανον ἠσεβηκότες. πλὴν ἀλλ’ ξυμβὰν, εἴτε καὶ ἴσως τῶν Ἀλαμανικῶν ὅμως εἴτε οὐτῶ Ἀλαμανικῶν χρησμολόγων δὴ οὖν τρόπῳ τὰ ἐσόμενα ἐπιφρασαμένων, οὐ κενὸν τοῖς πολλοῖς οὐδὲ ἀτελεύτητον ἔδοξεν εἶναι τὸ μάντευμα. ὅπως δὲ τῶν ἐφεξῆς ἕκαστα ἐπράχθη, αὐτίκα ἐς τὸ ἀκριβὲς ὡς οἶόν τέ μοι λελέξεται.