Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 7
Not analysed yet
ζ΄. Ὁ μὲν γὰρ τῶν Φρὰγγων λεὼς ὧδέ πως εἶχεν ὁρμῆς, καὶ ἤδη αὐτοῖς τὰ ὅπλα μετεκεχείριστο. ἐξώπλισε δὲ καὶ ὁ Ναρσῆς τοὺς Ῥωμαίους, καί ὑπεξῆγε τοῦ στρατοπέδου, ἐφ’ ᾧ ἐν μεταιχμίῳ γενέσθαι, οὑπερ ἔδει αὐτοὺς ἐς φάλαγγα κα- ταστῆναι. ἐν ᾧ δὲ τὸ στράτευμα ἐκεκίνητο, κὼ ἤδη ὁ στρατηγὸς τῷ ἵππῳ ἐπεβεβήκει, ἀγγέλλεταί οἱ, ὡς Ἔρουλύς τις ἀνὴρ οὐ τῶν πολλῶν παρ’ αὐτοῖς καὶ διαλανθανόντων, ἀλλ’ εὐπατρίδης ἐν τοῖς μάλιστα καὶ ἀρίδηλος, ἵνα τῶν οἰκείων θεραπόντων ἀπεκτονὼς εἴη οἰκτρότατα ἐφ’ ὁτῳοῦν καὶ σφαλέντα. αὐτίκα δὴ οὖν ἐπισχὼν τῷ ῥυτῆρι τὸν ἵππον, παράγει ἐς μέσον τὸν ἀνδροφόνον, ὡς οὐχ ὅσιον ὂν ἐπὶ τὸν πόλεμον ἰέναι πρὶν ἀπολυμήνασθαι καὶ ἀφαγνίσαι τὸ μίασμα. ἐπεὶ δὲ αὐτῷ πυνθανομένῳ τὸ πραχθὲν ἀνωμολόγει ὁ βάρβαρος καὶ οὐκ ἀνῄνετο, τοὐναντίον μὲν οὖν καὶ ἐφετὸν εἶναι ἔφασκε τοῖς κεκτημένοις τοὺς σφετέρους δούλους ᾗ βούλονται μετιέναι, ὅτι τε καὶ οἱ ἕτεροι, εἰ μὴ σωφρονοῖεν, ἀλλὰ γὰρ καὶ οἵδε παραπλήσια πείσονται· ἐπειδὴ οὖν ὡσπερ οὐ μεταμέλον αὐτῷ τῖς παροι- νίας, θρασύς γε ἦν ἔτι καὶ ὑψαγόρας καὶ λίαν φρονοῦντι ἐῴκει, παρακελεύεται ὁ Ναρσῆς τοῖς δορυφόροις ἀποκτεῖναι τὸν δρᾶ. καὶ ὁ μὲν ξίφει τὴν λαπάραν διατορηθεὶς ἐτεθνήκει. ὁ δὲ τῶν Ἐρούλων ὅμιλος, οἶα δὴ βάρβαροι, ἠνιῶντο καὶ καὶ ἀπόμαχοι ἔσεσθαι διενοοῦντο. ὁ δὲ Ναρσῆς οὕτω πως τὸ τῆς μιαιφονίας ἄγος ἀποδιοπομπησάμενος, καὶ τῶν Ἐρούλων ὀλίγα φροντίσας, ἐχώρει ἀνὰ τὴν παράταξιν, ἀνειπὼν ἐν κοινῷ χαἰ ἀναβοήσας, ὡς ὃ γε βουλόμενος τῆς νίκης μεταλαχεῖν, ξυνεπέσθω. οὕτω δή τι ἄρα διαφανῶς ἐπεποίθει τῇ τοῦ κρείττονος ἐπικουρίᾳ, καὶ ὡς ἐπὶ προδιεγνωσμένοις ἐφοίτα. Σίνδουαλ δὲ, ὁ τῶν Ἐρούλων ἡγεμὼν, αἰσχρόν τι εἶναι ἡγεῖτο καὶ ἀγεννὲς, εἴ γε πολέμου τοσούτου ξυνεστηκότος, αὐτός τε καὶ ὁ ἀμφ’ αὐτὸν στρατὸς λειποταξίου ἁλοῖεν, δόξοιέν τε τῷ μὲν ἔργῳ δεδιέναι τοὺς πολεμίους, σκῆψιν δὲ τινα καὶ προκάλυμμα τῆς δειλίας τὴν περὶ τὸν τεθνεῶτα εὔνοιαν πεποιῆσθαι. οὔκουν ἠρεμεῖν ἀνασχόμενος ἐσήμαινε τῷ Ναρσῇ ἀναμένειν, ὡς καὶ αὐτῶν ὅσον οὔΠω παρεσομένων· ὁ δὲ, μενετέα μὲν οὐκ ἔφη, μελήσειν δὲ ὅμως αὐτῷ ὅπως ἂν ἐν δέοντι καὶ οἵδε τάξαιντο, εἰ καὶ ὀλίγῳ ὕστερον τύχοιεν ἀφιγμένοι· οἱ μὲν οὖν Ἔρουλοι εὖ μάλα ἐξωπλισμένοι, ἐπορεύοντο βάδην ἐν κόσμῳ.