Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 6.1-2
Not analysed yet
ς'. Ἐν τούτῳ δὲ ἁλίσκεται τις Πέρσης ἀνὴρ ὑπὸ τῶν Ἰουστίνου δορυφόρων ἀνὰ τὸ φρούριον πορευόμενος. ἐπεὶ δὲ ἐς τὸ στρατόπεδον ἐκεκόμιστο, ἠναγκάζετο μαστιγούμενος ξὺν ἀληθείᾳ ἐρεῖν τὰ τῶν οἰκείων βουλεύματα. καὶ δῆτα ἀπήγ- γελλεν, ὡς ὁ μὲν Ναχοραγὰν ἐς Ἰβηρίαν ἤδη ἀφῖκται· αὐτὸν δὲ ἀπεσταλκὼς εἴη τὰ ἐνταῦθα στρατεύματα ἐπιθαρσυνοῦντα, ὼς αὐτίκα μάλα τοῦ στρατηγοῦ παρεσομένου. „οἱ δὲ ἐς Μουχείρισίν τε καὶ ΚοτάΪσιν τεταγμένοι Πέρσαι οὐκ ἐς μακρὰν ἥξουσιν’’ ἔφη προσβοηθήσοντες τοῖς ἐς Ὀνόγουριν ὁμοφύλοις, ἐγνωσμένον αὐτοῖς ὡς ἐπ’ ἐκείνους ἰέναι διανοεῖσθε.” τούτων δὲ εἰρημένων, αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐβουλεύοντο ἀμφὶ τῶν παρόντων. καὶ Βούζης μὲν ἔφασκεν χρῆναι πρότερον παντὶ τῷ στρατῷ ὑπαντιάζειν τοῖς ἐπερχομένοις. τούτων γὰρ, ὡς τὸ εἰκὸς, διὰ τὴν ὀλιγότητα νικωμένων, ἑπόμενον εἶναι τοὺς ἐν τῷ φρουρίῳ τάχιστα προσχωρήσειν, ἐρήμους γεγενημένους· εἰ δέ γε καὶ ἀντισταῖεν, ἀλλ’ οὐδενὶ πόνῳ διαφθαρῆναι. ἤρεσκε δὲ ταῦτα καὶ Οὐλίγαγγον, τὸν τοῦ Ἐρουλικοῦ στρατεύματος ἡγεμόνα. τοιγάρτοι ἐκεῖνος θαμὰ ἐπεφθψγετο παροιμιῶδές τι, βαρβαρικὸν μὲν καὶ ἀφελὲς, ἐνεργὸν δὲ ὅμως καὶ χρήσιμον ὡς δεῖ πρότερον ἀποσοβεῖν τὰς μελίττας, καὶ ἔπειτα τὸ μέλι σχολαίτερον ἀναιρεῖσθαι ὁ δὲ Ῥούσταος, (θρασύτερος γὰρ ἤδη ἐγεγόνει καὶ τυραννικώτερος, ὥσπερ, οἶμαι, τῷ ἀδικήματι φρυαττόμενος καὶ τῇ πρὸς Mαρτῖνον ὁμοφροσύνῃ,) ἔσκωπτέ γε τὸν Βούζην ἀναφανδὸν καὶ ἐπεκερτόμει, ὡς οὐ πώποτε τὰ δέοντα λογιζόμενον. κράτιστον δὲ ἔλεγεν εἶναι περιττῷ μὲν πόλῳ τὸ στράτευμα ἥκιστα ἐπιτρίβειν, ἅπαντας δὲ τῷ φρουρίῳ πελάσαντας, ῥᾳδίως γε αὐτὸ καταστρέψασθαι, καὶ προτερῆσαι τὴν ἔξωθεν ἐπικουρίαν· ὀλίγους δὲ, εἴ γε ανρα, στέλλειν ἐπ᾿ ἐκείνους, τὸ τάχος τῆς ἐφόδου διακωλύσοντας. καὶ ἦν μὲν πολλῷ ἀμείνονα τὰ τῷ Βούζῃ βεβουλευμένα, καἰ τῆς φύσεως ἐχόμενα τῶν πραγμάτων, στρατηγίᾳ τε ἀριστῃ πρέποντα, καὶ τὸ δραστήριον ξὺν τῷ ἀσφαλεῖ παρεχόμενα. ἐπεὶ δὲ, ὡς ἔοικεν, ἅπασα ἡ πληθὺς τοῦ ἄγους μετειλήφει τῷ ξυνεῖναί τε καὶ ἕπεσθαι τοῖς μιαιφόνοις, ἥ κακίων τε καὶ ἀξύμφορος νενίκηκεν γμώμη, ὡς ἂν παραχρῆμα ὑπόσχοιεν δίκας. στέλλονται μὲν γὰρ ἐπ᾿ ἐκείνους τοὺς ἐκ Mουχειρισ́ιδος ἐρχομένους ἄνδρες ἱππόται οὐ πλέίους ἢ ἑξακόσιοι. ἡγοῦντο δὲ αὐτῶν Δαβράγεζάς τε καὶ Οὐσιγ́αρδος, ἄμφω μὲν βαρβάρω τὸ γένος, Ῥωμαϊκῶν δὲ ταγμάτων προεστηκότε. οἱ δὲ ἄλλοι ἅπαντες ἅμα τοῖς στρατηγοῖς τῷ φρουρίῳ προσβαλόντες, εὐθὺς ἔργου εἴχοντο. τάς τε γὰρ μηχανὰς ἐκίν́ουν καὶ τῶν πυλῶν ἀπεπειρῶντο, καὶ ἀμφικυκλώσαντες τῷ πλήθει τὸν περίβολον, πάντοθεν ἐσηκόντιζον. οἱ δὲ Πέρσαι, ἀλλὰ γὰρ καὶ οὗτοι ἀνὰ τὰς ἐπάλξεις διαθέοντες, ὡς οἶόν τε ἦν, ἐκ τῶν παρόντων ἠμύνοντο ,βέλη τε ἀφιέντες συχνὰ καὶ τὰ ἔ- κτοθεν φυλαττόμενοι ὀθόνας γάρ τινας καὶ ἁπλοΐδας ἐκ τοῦ μετεώρου κρεμάσαπες, ταύτῃ τὰς βολὰς ἀσθενεστέρας ἀπετέ- λουν, ἐν τοῖσδε πρότερον περιειργομένας· σπουδῇ τε πολλῇ καὶ προθυμίᾳ κατ᾿ ἀλλήλων διεμάχοντο. καὶ εἴκασεν ἄν τιςπαρατάξει μᾶλλον ἢ πολιορκίᾳ τὸ χρῆμα. τοσαύτη ἄρα ἦν ἑκατέὸωθεν ἡ ταραχὴ καὶ ἡ τῶν ἔργων ἐπίδειξις· τῶν μὲν ὑπὲρ τῆς σφῶν σωτηρίας ἀγωνιζομένων, ὡς οὐ μπτρίου περιστάντος κινδύνου, τοῖς δὲ καὶ μάλα αἰσχρὸν εἶναι δοκοῦν, ἅπαξ ἐπελθοῦσιν ἀπράκτοις ἐπανιέναι ,καὶ μὴ οὐχὶ παραστήσασθαι τὸ ἐπιτείχισμα, καὶ ἀπαλλάξαι τὴν Ἀρχαιόπολιν γειτονήματος πολεμίου.