Ancient Greek · ~12 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 5.1-3
Not analysed yet
ε'. Μέγιστον γὰρ ἔθνος καὶ ἀγέρωχον οἱ Λαζοὶ καὶ μεγίστων ἄλλων κρατοῦσι, τῷ τε παλαιῷ τῶν Κόλχων ὀνόματι βρενθυόμενοι πέρα τοῦ μετρίου μεγαλαυχοῦσι, καὶ τάχα οὐ D λίαν ἀλόγως. ἐν γὰρ τοῖς ἔρνεσι τοῖς ὅσα ὑφ’ ἑτέραν βασιλείαν τετάχαται, οὐκ οἴδα ἔγωγε ἄλλο οὕτω κλεινόν που φῦολον καὶ εὔδαιμον, πλούτου τε ὑπερβολῇ καὶ πλήθει κατηκόων, τóπων τε εὐκαιρίᾳ καὶ ἀφρθονιᾳ τῶν ἐπιτηδείων, καὶ τῇ τῶν ἠθῶν εὐκοσμίᾳ τε καὶ δεξιότητι. καὶ τοίνυν οἱ μὲν πάλαι οἰκήτορες τῶν ἐκ τῆς θαλάττης ἀγαθῶν ἀγνῶτες παντάπασιν ἐτύγχανον ὄντες, οἶς γε οὐδὲ ὄνομα νεὼς ἠκούτετο, πρίν γε δὴ αὐτοῖς τὴν Ἀργὼ ἐκείνην ἐπιφοιτῆσαι. οἱ δὲ νῦν καὶ ναυτίλονταί γε, οὕτω παρασχὸν, καὶ τὰ τῆς ἐμπορίας κῳιζονται κέρδη. εἰσι τε οὐ βάρβαροι τὸ λοιπὸν, οὐδὲ οὕτω βιοτεύουσιν, ἀλλ᾿ ἐς τὸ πολιτικόν τε καὶ ἔννομον μεταβέβληνται τῇ πρὸς Ῥωμαίους ἐπιμιξίᾳ· ὥστε εἴ τις τοὺς χαλκόποδας ταυρους περιέλοι, καὶ τὰς τῶν γηγενῶν ἀναβλαστήσεις, καὶ ὁπάσα ἄλλα τερατώδη καὶ ἄπιστα τῇ ποιήσει ἀμφὶ τῷ Αἰήτῃ κεκόμψευται, εὕροι γε ἂν τὰ παρόντα πολλῷ τῶν προτέρων ἀμεινονα. τοιοῦτοι δὴ οὖν ὄντες οἱ Λαζοί, εἰκότως οὐκ ἀνεκτὰ ἡγοῦντο πεπονθέναι, ὡς δὴ τὸν βασιλέα σφῶν παραλόγως ἀ- φῃρημένοι. αὐτίκα δὲ οἱ Ῥωμαῖοι, Μαρτινου ἐξοτρύνοντος, ἠπείγοντο πανσυδὶ ἐπιθέσθαι τοῖς ἐς Ὀνόγουριν Πέρσαις. τήνδε δὲ τὴν ἐπωνυμίαν ἐκ παλαιοῦ ἔλαχεν τὸ χώριον, Οὔννων ἴσως ἐν τοῖς ἄνω χρόνοις, τῶν δὴ Ὀνογούρων ἐπιλεγομένων, αὐτοῦ ποῦ ξυμβαλόντων τοῖς Κόλχοις, καὶ εἶτα νενικημένων, καὶ ὥσπερ μνημείου χάριν καὶ τροπαίου τὴν ἐπίκλησιν ταύτην τῶν ἐπιχωρίων ἐπενεγκόντων. νῦν δὲ οὐχ οὕτω παρὰ τοῖς πολλοῖς ὀνομάζεται, ἀλλ᾿ ἐπειδὴ Στεφάνου τοῦ θεσπεσίου ἱερὸν ἐνταῦθα ἵδρυται, ὲν δὴ πρῶτον πάλαι φασίν ὑπὲρτῶν Χρι- στιανοῖς ἄριστα δοκούντων ἐθελοντὴν διακινδυνεύσαντα ὑπὸ τῶν ἐναντίων καταλευσθῆναι, τῷ ἐκείνου ὀνόματι καλεῖσθαι τὸν τόπον νενόμισται. ἡμᾶς δὲ οὐδὲν, οἶμαι, τὸ κωλῦον, ἐς γνωρισμα τῇ ἀρχαιοτάτη χρῆσθαι προσηγορίᾳ, ἐπεὶ καὶ ξυγγραφῇ μᾶλλον προσήκει. ὁ δὴ οὖν τῶν Ῥωμαίων στρατὸς ἐς Ὀνόγουριν ἰέναι παρεσκευάζοντο. οἱ γὰρ τοῦ μιάσματος βουληφόροι ἐς τοῦτο ἐνέκειντο, ἐλπίζοντες ῥᾳδίως τοῦτο δὴ τὸ φρούριον καταστρέψασθαι· ταύτῃ τε τὸν βασιλέα, εἰ καὶ τὰ τοῦ δόλου γνοίη, μὴ λίαν αὐτοῖς χαλεπῆναι, ἀλλὰ τῇ ταίᾳ πράξει ἐν καιρῷ γιγνομένη, τὸ ἐπίκλημα διαλῦσαι. ἅπαντες τοιγαροῦν οἴ τε στρατηγοὶ καὶ αἱ δυνάμεις ἐν τῷ Ἀρχαιοπόλεως πεδίῳ στρατοπεδευσάμενοι, τούς τε καλουμένους σπαλίωνάς ἐπεσκεύαζον, καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια, καὶ ἄλλα ἀττα τοιάδε ὄργανα, ὡς, εἰ δεήσοι, τειχομα- χήσοντες. ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων ἐς ὀροφῆς τύπον ἔξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφὲς, ᾦ ἑκατέρωθεν τὰ πλευρὰ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν τὸ ὑπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας ἐπιβάλλοντες πάντοθεν, περικαλύπτουσι τὸ μηχάνημα, τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρες δὲ ἔνδον ὲν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι, αἴρουσι γε αὐτὸ ἀφανῶς, καὶ ᾗ βούλονται διακομίζουσιν. ἐπειδὰν δὲ προσενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προσκειμένην γῆν ἀνορύττοντες καὶ τὸν χοῦν ἀνιμώμενοι, ἀπογυμνοῦσι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖς τε καὶ σφύραις ἐνδελεχέστατα πλήττοντες, κατασείουσιν τὴν οἰκοδομίαν. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι τὰ ἐς πολιορκίαν παρεσκευάζοντο.