Ancient Greek · ~13 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 7.1
Not analysed yet
ζ΄. Νόμιμα δὲ αὐτοῖς εἰσι μέν που καὶ πάτρια, δέ γε ἐν κοινῷ ἐπικρατοῦν τε καὶ ἄρχον τῇ Φραγγικῇ ἕπονται πολιτείᾳ, μόνα δέ γε τὰ ἐς θεὸν αὐτοῖς οὐ ταὐτὰ ξυνδοκεῖ δένδρα τε γὰρ τινα ἱλάσκονται, καὶ ῥεῖθρα ποταμῶν κὼ λόφους καὶ φάραγγας, καὶ τούτοις, ὡσπερ ὅσια δρῶντες, ἵππους τε καί βόας καὶ ἄλλα ἄττα μυρία καρατομοῦντες ἐπιθειάζουσιν. ἀλλὰ γὰρ ἡ τῶν Φράγγων αὐτοὺς ἐπιμιξία, εὖ ποιοῦσα, καὶ ἐς τόδε μετακοσμεῖ, καὶ ἤδη ἐφέλκεται τοὺς ἐμφρονεστέρους, οὐ πολλοῦ δὲ οἶμαι χρόνου καὶ ἅπασιν ἐκνικήσει τὸ γὰρ τῆς δόξης παράλογόν τε καὶ ἔκπληκτον, καὶ αὐτοῖς οἶμαι τοῖς χρωμένοις, εἰ μὴ πάμπαν εἶεν ἠλίθιοι, γνώριμόν τέ ἐστι καὶ εὐφώρατον, καὶ οἶον ἀποσβῆναι ῥᾳδίως. ἐλεεῖσθαι μὲν οὖν μᾶλλον ἢ χαλεπαίνεσθαι δίκαιοι ἂν εἶεν, ναὶ πλείστης μεταλαχχάνειν συγγνώμης ἅπαντες ὅσοι δὴ τοῦ ἀληθοῦς ἁμαρτάνουσιν. οὐ γὰρ δήπου ἑκόντες εἶναι ἀλῶνται καὶ ὀλισθαίνουσιν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐφιέμενοι, ἔπειτα σφαλέντες τῇ κρίσει τολοιπὸν ἔχον- ται τῶν δοκηθέντων ἀπρὶξ, ὁποῖα ἄττα ναὶ τύχοιεν ὄντα. τὴν γε μὴν τῶν θυσιῶν ὠμότητα καὶ κακοδαιμονίαν, οὐκ οἶδα εἰ οἷόν τε λόγῳ ἀκέσασθαι, εἴτε ἄλσεσιν ἐπιτελοῖντο ὥσπερ ἀμέλει παρὰ βαρβάροις, εἶτε τοῖς πάλαι νενομισμένοις θεοῖς, ὁποῖα αἱ τῶν Ελλήνων ἐθέλουσιν ἁγιστεῖαι. ἐγὼ μὶν γὰρ ἡγοῦμαι μηδέν τι εἶναι τὸ ἡδόμενον βωμοῖς αἵματι μιαινομένοις, καὶ ζώων ὀλέθρῳ βιαιοτάτῳ· εἰ δέ γε ἄρα καὶ ὁτιοῦν τὰ τοιάδε προσίεσθαι πέφυκεν, ἀγαθὸν μὲν οὐκ ἂν εἴη οὑδὲ ἥμερον, ἄγριον δέ τι ἴσως καὶ μανιῶδες, ὁποῖον τὸν Δεῖμον ἀναπλάττουσι μάτην οἱ ποιηταὶ κὼ τὸν Φόβον, Ἐνυώ τέ τινα, καὶ Ἄτην, καὶ Ἔριν, ὡς ἂν αὐτοὶ φαῖεν, τὴν ἀμαιμάκετον. προστιθεῖ δὲ τούτοις, εἰ βούλει, καὶ τὸν παρὰ Πέρσαις καλούμενον Ἀρειμάνην, καὶ τῶν ἄλλων χθονίων φασμάτων ὁπόσα κακοῦργα κὼ μιαιφόνα. ταῦτα μὲν οὖν εἰ καὶ ἴσως ἄν τῳ δοκοῖεν οὐ μάλα τῇ ἐπαγγελίᾳ προσήκειν, εἶναι δὲ περιττὰ καὶ ἀλλότρια τῶν ἐφ’ ἁ ἰέναι ἡμῖν διεσπούδασται, ἀλλ’ ἔμοιγε καὶ λίαν ἀρέσκει ἅπαντα ἐς μέσον ἄγειν τὰ ἐγνωσμένα, καὶ τὰ μὲν χρηστὰ τῶν πραγμάτων ἐν ἐπαίνῳ ποιεῖσθαι, τῶν δὲ οὐχὶ τοιῶνδε κατηγορεῖν ἀναφανδὸν, καὶ τὸ ἀσύμφορον διελέγχειν. εἰ γὰρ μὴ τοῦτο ἔχοιεν αἱ ἱστορίαι, ὡς ταύτῃ γε καὶ μᾶλλον χρήσιμοι τε εἶναι καἰ βιωφελέστατοι, μόνη δὲ ἀφήγησις εἷεν τῶν γεγενμένων ἁπλῆ τε καὶ ἀνεξέταστος, κινδυνεύσαιεν ἴσως ἂν παρ’ ἐνίοις, εἰ μὴ λίαν δεινὸν εἰπεῖν, οὐ πολλῷ εἶναι ἀμείνους τῶν ἐν γυναικωνίτιδι παρὰ τὴν ταλασίαν ᾀδομένων μυθολογημάτων. τούτων μὲν οὖν πέρι ὥςπη ἑκάστῳ φίλον τῇδε οἰέσθω, ἐμοὶ δὲ ᾗπερ ὁ πρότερος ἐφέρετο λόγος f ταύτῃ ἰτέα. Λεύθακακοῦργα ρις γὰρ καὶ Βουτιλῖνος ἐπειδὴ τὴν ἀρχὴν κατὰ ‘Pωμαιων ἐπιστρατεύειν ὡρμηθήτην, ἐπηρμένω γε ἤστην ἄμφω ταῖς ἐλπίσι καὶ οἵω οὐκ ἔτι ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν. Ναρσῆν μὲν γὰρ τὸν στρατηγὸν οὐδὲ τὴν προσβολὴν ὑποστήσεσθαι ᾤοντο, ἅπασαν δὲ τὴν Ἰταλίαν οἰκεῖον αὐτοῖς ἔσεσθαι κτῆμα, καί πρός γε Σικελίαν καθέξειν θαυμάζειν δὲ ἔφασαν τῶν Γότθων, εἰ μάλα οὕτω πεφρίκασιν ἀνδράριον τι θαλαμηπόλον σκιατραφές τε καὶ ἁβροδίαιτον, καὶ πόῤρτω τοῦ ἀῤῥενωποῦ τεταγμένον. οἱ μὲν δὴ βρενθυόμενοι τῇ τοιαύτη δόξῃ, καὶ ἀγέρωχον ποιούμενοι τὴν παράταξιν, ἐκ τε Ἀλαμανῶν καὶ Φὸάγγων στράτευμα ἐς πέντε καὶ ἑβδομήκοντα χιλιάδας ἀλκίμων ἀνδρῶν ἀγείραντες, παρεσκευάζοντο τὰ πολέμια, ὡς αὐτίκα μάλα ἐς τὴν Ἰταλιαν καὶ δὴ ἐμβαλοῦντες.