Ancient Greek · ~7 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 8
Not analysed yet
η'. Ναρσῆς δὲ ὁ τῶν 'Ρωμαιων στρατηγὸς, εἰ καὶ τάδε ἐς τὸ ἀκριβὲς οὔπω ἐπέπυστο, ἀλλὰ προμηθείᾳ γε πλείστῃ χρώμενος καὶ φθάνειν ἀεὶ τὰς τῶν πολεμίων ἐθέλων ὁρμὰς, αὐτίκα τὰ ἐς Τουσκίαν πολίσματα, ὑπὸ τῶν Γότθων ἔτι κατεχόμε- να, ἔγνωκε βιαιότατα παραστήσασθαι. οὔτε γὰρ τῇ νίκῃ πέρα τοῦ μετρίου φρυαττόμενος ἐς ἀπειροκαλίαν ἐπῆρτο, οὔτε, ὅπερ ἕτερος ἂν ἐπεπόνθει, ἐς ῥᾳστώνην τε καὶ ἡδυπάθειαν μετὰ πόνους ἐξέκλινεν, ἀλλ᾿ εὐθὺς, ὅπως εἶχεν ὁρμῆς, κινήσας τòν στρατὸν ἐπὶ τὴν Κύμην ἐχώρει· πόλισμα δὲ Ἰταλικὸν ἡ Κύμηι ἐχυρώτατον, καὶ οἶον οὐ ῥᾷστα πολεμίοις ἁλῶναι ἵδρυται μὲν γὰρ ἐπὶ λόφῳ τινὶ δυσπροσόδῳ τε καὶ ἀνάντει· ἔστι δὲ καὶ ἐν περιωπἧ̣ τοῦ πελάγους τοῦ Τυρσηνικοῦ. ἐπὶ γὰρ τῇ ἀκτῇ ὁ λόφος ἀνέχει, ὡς καὶ ἀμφ᾿ αὐτὸν δήπου τὸν πρόποδα ῥοχθεῖν τε καὶ περικλᾶσθαι τὸ ῥόθιον, ἄνω δὲ ἔρυμα περιβέβληται, πύργοις τε καὶ ἐπάλξεσι καρτερώτατα ἐξειργασμένον. Τωτίλᾳ τε καὶ Τεΐᾳ τοῖς βασιλεῦσι πρότερον τῶν Γότθων γεγενημένοις, ὁπόσα ἐπίτιμά τε ἦν καὶ ἀξιάγαστα τῶν κτημάτων, ἐν τῷ- δὲ τῷ φρουρίῳ, ὡς βέβαιον ὂν, ἐφυλάττετο. ἐνταῦθα δὲ οὖν ὁ Ναρσῆς ἀφικόμενος, περὶ πλείστου ἐποιεῖτο ἑλεῖν τε ὡς τάχιστα τὸ χώριον καὶ τῶν χρημάτων κρατῆσαι, ὡς μήτε οἱ Γότθοι ὁρμητήριον ἀσφαλὲς ἔχοιεν, αὐτῷ τε τὰ τῆς νίχης τελεώτατα ἐς ὅ, τιμάλιστα ἐξειργασθειη. Ἀλιγ́ερνοςγὰρ ὁ Τεΐα νεώτατος ἀδελφὸς τοῦ ἡγεμόνος τῶν Γότθων γεγενημένου, ἔνδον γε ἦν τοῦ περιβόλου, καὶ στράτευμα, ὁπόσον οἷόν τε ἦν, ἀμφ᾿ αὐτὸν ἀγείρας, οὐδέν τι εἰρηναῖον ἐβουλεύετο· καὶ ὅτι μὲν Τεΐας ἐν τῷ πολέμῳ ἀνῄρητο, καὶ τὰ τῶν Γότθων πράγματα ἐκεκμήκει τε καὶ διελέλυτο, ἤδη που ἐς τὸ ἀκριβὲς ἠκηκόει, ὁ δὲ οὐδ᾿ ὣς ἀνίει, οὐδὲ τὴν ξυνενεχθεῖσαν ἐδείμαινε τύχην, ἀλλὰ τῷ τε χώρῳ πίσυνος καἰ τῇ τῶν ἀναγκαίων εὐποὸιᾴ, θρασύς τε ἦν ἔτι καὶ ὑψαύχην καὶ οἶος ἀμύνεσθαι, ἤν τις ἐπίοι.