Ancient Greek · ~16 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 9.1
Not analysed yet
θ΄. Ἀλλὰ γὰρ τῷ Ναρσῆ, τύχης τε αἰσίας κυρήσαντι, καὶ τὸ πρακτέον ἄριστα μηχανησαμένῳ, ἅπαντα ἐς δέον ἀπέβη. ἐπειδὴ γὰρ οἱ βάρβαροι ξὺν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ δρομαῖοι ἐπανελθόντες, συνέῤῥαξαν τοῖς Ῥωμαίοις, αὐτίκα τοὺς ἐπὶ τῷ ὀμφαλῷ πρωτοστάτας ἀμφὶ τὸ κένωμα ἐσπεσόντες· οὔπω γὰρ παρῆσαν οἱ Ἔρουλοι, ἡ τε ἀρχὴ, διατεμοῦσα τὸ βάθος τῶν λόχων, καὶ φόνον οὐ πολὺν ἐργασαμένη, ὑπὲρ τοὺς οὐραγοὺς ἐξηνέχθη. ἔνιοι δὲ αὐτῶν καὶ περαιτέρω ἐχώρουν ὡς τὸ στρατόπεδον τῶν Ῥωμαίων αἱρήσοντες. δὴ ὁ Ναρσῆς ἐπικάμψας ἠρέμα καὶ ὑπομηκύνας τὰ κέρα, καὶ ἐπικάμπιον ἐμπροσθίαν ὡς ἂν οἱ τακτικοὶ ὀνομάσαιεν) τὴν φάλαγγα καταστήσας, παρακελεύεται τοῖς ἱπποτοξόταις ἐφιέναι τὰ βέλη ἑκατέρωθεν ἐναλλάγδην ἐς τὰ μετάφρενα τῶν πολεμίων. οἱ δὲ κατὰ ταῦτα ῥᾳδίως ἐποίουν. ἅτε γὰρ πεζοὺς ὄντας τοὺς βαρβάρους ἐν τῶν ἵππων ὑπερανέχοντες, εὐκολώτατα ἠδύναντο βάλλειν τὸ ἀφεστηκὸς καὶ ἡπλωμένον καὶ ἐλεύθερον τοῦ ἐπιπροσθοῦντος. καὶ ἦν οὐ χαλεπὸν, οἶμαι, τοῖς ἐπὶ τῶν ἄκρων ἱππόταις τὸ μὲν κατὰ σφᾶς μέρος τῶν δυσμενῶν καὶ πλησιαίτατον ὑπερβαίνειν τοῖς βέλεσι, τοὺς δὲ ἀντικρὺ φαινομένους τιτρώσκειν. διεπερονῶντο τοιγαροῦν πάντοθεν τὰ νῶτα οἱ Φράγγοι, τῶν μὶν ἐπί τοῦ δεξιοῦ κέρως τεταγμένων Ῥωμαίων τοὺς ἐκεῖθεν λυμαινομένων, τῶν δὲ ἔπι θάτερα τοὺς ἑτέρους. οὕτω τε οἱ ἄτρακτοι παραλλὰξ ἐς τἀναντία φερόμενοι, καὶ ἅπαν τὸ παρεμπίπτον διαφθείροντες ἐλάνθανον, οὔτε φυλάξασθαι τῶν βαρβάρων οἴων τε γιγνομένων, οὔτε ὅθεν βάλλονται σαφῶς ἐπισκοπούντων. ἀντιμέτωποι γὰρ τοῖς Ῥωμαίοις ἑστῶτες, καὶ ἐς μόνον τὸ καθ’ αὑτοὺς ὡς ἕκαστοι ἀποβλέποντες, καὶ πρὸς μὲν τοὺς ἔμπροσθεν ὁπλίτας ἐκ χειρὸς διαμαχόμενοι, τοὺς ἱπποτοξότας ὡς δὴ ὄπισθε τεταγμένους οὐ μάλα ὁρῶντες, τά τε στέρνα οὐ βαλλόμενοι, ἀλλὰ τὰ νῶτα, οὐκ εἶχον διαγιγνώσκειν οὑπερ ἐτύγχανον ὄντες κακοῦ. τοῖς δὲ πλείστοις οὐδὲ τοῦ διαπορεῖν καὶ ἀμφιγνοῆσαι τὰ ποιούμενα χώρα ἐγίγνετο, ἅμα τῇ πληγῇ τῆς τελευτῆς ἐπιφοιτώσης. πιπτόντων γὰρ ἀεὶ τῶν ἐκτὸς, εὐθὺς οἱ ἔνδοθεν ἀνεφαίνοντο, καὶ τούτου θαμὰ γιγνομένου, διέρρει αὐτοῖς τὰ πλήθη ὡς τάχιστα καὶ ἠφανίζετο, καὶ ἐς ὀλιγότητα ὑπεχώρει. ἐν τούτῷ δὲ Σίνδουάλ τε καὶ οἱ Ἔρουλοι πελάσαντες τῇ μάχη, ὑπαντιάζουσι τῶν πολεμίων τοῖς διαπεραιωθεῖσι τὴν παράταξιν καἰ προαλαμένοις. αὐτίκα δὴ οὖν αὐτοῖς ἐς χεῖρας ἐλθόντες ἔργου εἴχοντο· οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ μᾶλλον ἐνέδραν εἶναι τὸ χρῆμα ὑποτοπήσαντες, εὐθὺς ἐς φυγὴν ἐτράποντο, καταιτιώμενοι τοὺς αὐτομολήσαντας, ὡς δὴ ὑπ’ ἐκεί- νῶν ἐξηπατημένοι. οἱ δὲ ἀμφὶ Σίνδουαλ οὐκ ἀνίεσαν, ἀλλ’ ἐνέκειντο, ἕως τοὺς μὲν κατεστόρεσαν, οἱ δὲ ἐς τὰς τοῦ ποταμοῦ ἐξέπεσον δίνας. οὕτω τε τῶν Ἐρούλων τῷ σφετέρῳ ἐγκαταστάντων, τό τε κένωμα ἐπληροῦτο, καὶ ἡ φάλαγξ συνἐκέκλειστο, καὶ τολοιπὸν οἱ Φράγγοι, καθάπερ εἰς ἄρκυσ ξυνειλημμένοι, ἐκτείνοντο πάντοθεν. ἥ τε γὰρ τάξις αὐτοῖς τελεώτατα διελέλυτο, καὶ χύδην ἐπὶ σφᾶς ὑπελίττοντο, οὐκ ἔχοντες ὅ, τι καὶ γένοιντο. οἱ δὲ Ῥωμαῖοι οὔ μόνον τοῖς τόξοις αὐτοὺς διεχρῶντο, ἀλλὰ τό τε ὁπλιτικὸν καὶ οἱ ψιλοὶ ἐπῄεσαν, δοράτιά τε ἀκοντίζοντες καὶ τοῖς κόποις διωθούμενοι, καὶ ταῖς μαχαίραις κατατέμνοντες, οἵ τε ἱππεῖς ὑπερκερώσεις ποιούμενοι ὑπεδέχοντο αὐτοὺς εἴσω καὶ ἀπελάμβανον. εἰ δέ τι αὐτῶν καὶ διέφυγε τὰ ξίφη, οἱ δὲ τῇ διώξει ἐκβιαζόμενοι ἐς τὸν ποταμὸν κατεφέροντο, καὶ ὑποβρύχιοι γιγνόμενοι ἔθνησκον· οἰμωγή τε ἠκούετο ἁπανταχοῦ τῶν βαρβάρων οἰκτρότατα διολλυμένων· αὐτός τε δὴ οὖν Βουτιλῖνος ὁ στρατηγὸς καὶ ὅλον τὸ στράτευμα πανωλεθρίᾳ ἠφάνιστο, ἐν τοῖς καὶ οἱ τῶν Ἐρούλων τῆσδε τῆς ξυμπλοκῆς μεταβάντες, καὶ οὐδεὶς ὅστις τῶν Γερμανῶν ἐς τὰ πάτρια ἐνόστησεν ἤθη, ὅτι μὴ πέντε ἄνδρες ὁτῳδηοῦν τρόπῳ διαδεδρακότες. πῶς δὲ οὐκ ἂν εἴη ἀρίδηλον, ὡς ποινὰς ὑπέσχον τῶν ἀδικημάτων, καὶ ὑπερτέρα τις αὐτοὺς μετῆλθεν ἀνάγκη; ὁ μὲν γὰρ μύριος ἐκεῖνος ὅμιλος τῶν Φράγγων τε καὶ Ἀλαμανῶν, καὶ τῶν ὅσοι δὴ αὐτοῖς τυχὸν ἕτεροι τὸν πόλε- μοι ξυνδιήνεγκαν, ἄρδην ἀνήρπαστο, μόνοι δὲ ὀγδοήκοντα τῶν Ῥωμαίων ἄνδρες ἀπέθανον, οἱ δὴ ἐτύγχανον ὑποδεξάμενοι τῇ πρώτῳ ἐμβολὴν τῶν πολεμίων. ἠρίστευσαν δὲ ἐν τῷδε τῷ ἔργῳ τῶν μὲν Ῥωμαϊκῶν ταγμάτων σχεδόν τι βαρβάρων δὲ τῶν · ξυστρατευομένων Ἀλίγερνος ὁ Γότθος γὰρ καὶ ὃς ἐν τῇ μάχῃ), Σίνδουάλ τε ὁ τῶν Ἐρούλων καὶ οὐδέν τι ἔλαττον ἔσχε τῶν ἄλλων. ἅπαντες δὲ τὸν Ναρσῆν ἐν ἐπαίνῳ ἐποιοῦντο καὶ ἀπεθαύμαζον, ὡς τῇ ἐκείνου προμηθείᾳ ἐπὶ μέγα δόξης χωρήσαντες.