Ancient Greek
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 10
Not analysed yet
Ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβυρημένα
Δέξατο Τυρσηνῆς ἠιόνος κροκάλη,
Ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχυὴ,
Ὁππόσα δειλαίῳ πείθετο Βουτιλίνῳ·
Ὄλβιστον τόδε χεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου
Αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον.