Ancient Greek · ~16 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 9.1-3
Not analysed yet
θ΄. „Καὶ τοίνυν ἀνεβόα ταῦτα περιφανῶς, καὶ γνῶναι παρεῖχεν οὐ μόνον τοῖς στρατεύμασι τῶν Περσῶν, οἶς δὴ καὶ ἕκαστα διεπονεῖτο καὶ ἔπρασσεν ,ἀλλ’ εὐθὺς ἀγγελιαφόροι σταλέντες πρὸς αὐτοῦ διεκήρυττον εἰς Ἰβηρίαν, εἰς Ἀλα- νοὺς, τῷ γένει τῶν Σουανῶν, τοῖς ὑπὲρ τὸν Καύκασον οἰ- κοῦσι βαρβάροις, τοῖς πόρρω τούτων, τοῖς ἐκείνων ἔτι ποῤ- ῥωτέρω, τὰς ἐσχατιὰς ἁπάσης τῆς γῆς εἴπερ αὐτῷ περινο- στεῖν ἐνῆν, τούτου γε χάριν οὐκ ἂν ἐνεδίδου. ἦν δὲ τὸ ἄγγελμα· Ῥωμαῖοι κακοὶ τὰ πολέμια ,καὶ τῶν βαρβάρων ἡσσῶνται. καὶ τὴν περὶ ταῦτα σπουδὴν οὐχ ὥστε μόνον πρὸς ὄνειδος ἄγειν τὸ τῶν Ῥωμαίων γένος μετῄει· καίτοι καὶ τοῦτο δεινὸν καὶ λίαν ἐναργὲς γνώρισμα ψυχῆς πολεμίας τὸ δὲ ἐφ’ ᾦ πλέον ἐμόχθει καὶ παρεσκεύαστο ,ἕτερόν τι καὶ τοῦδε μεῖζον ὑπῆν. τὴν γὰρ ὑπὲρ βασιλέως τοῦ μεγίστου παρὰ τοῖς ἔθνεσι νικήσασαν δόξαν ,ὡς ἄρα δυνάμει τε κράτιστος καὶ πλήθει προπαίων κεκοσμημένος, διαλύειν τὸ μέρος ἐγί- γνωσκε χρῆναι, καὶ ταύτῃ πρὸς θράσος κινεῖν καἰ αὐθάδειαν τὸ τέως κατεπτηχὸς κὼ θαυμάζον. ἆρα πολέμιος ἂν ὁ ταῦτα δρῶν καλοῖτο δικαίως, ἢ μᾶλλον φίλος καὶ εὔνους καὶ βασιλεὺς καὶ ὑπόσπονδος, καὶ ὅσα τοῖς κατηγόροις ἐπὶ τῷ τυ- ράννῳ κεκόμψευται ; καίτοι κοινῇ δοθὲν ἑκατέροις ,οὐκ ἄλλως διακριτέον τὸ φίλον ἀπὸ τοῦ δυσμενοῦς ,ἢ μόνῳ τῷ πρὸς τὰς ἐκβάσεις τῶν παρεμπιπτόντων εὖ τε τυχὸν ἢ ἑτέρως διακεῖσθαι τὰς γνώμας. ἐπειδὴ οὖν ἀπελήλεγκται καὶ νῦν ὁ Γουβάζης, ὡς ἠνιᾶτο μὲν οἶς ἐκρατοῦμεν, ἥδετο δὲ οἷς ἡμαρτάνομεν, τί δήποτε καταβοῶσι τῶν παρὰ Ῥωμαίοις νόμων οἱ βάρβαροι, καθ’ οὓς κολάζειν εἰώθαμεν ἢ καὶ ἀναιρεῖν, οὕτω παρασχὸν, τοὺς τὸ καθεστὸς τῆς πολιτείας κινοῦντας τὸ μέρος καὶ λυμαινομένους; ἀλλ’ εἰ δοκεῖ, τεκμήρια μὲν καὶ γνωρίσματα καὶ τοὺς ἐκ τῶν εἰκότων ἐλέγχους παρῶμεν, μόνην δὲ τὴν ἐκ τῶν πρα- γμάτων ἐπισκεψώμεθα πείραν, οὑπερ ἧμας ἄγουσα φέρει. κατείχετο γὰρ ὑπὸ Περσῶν τὸ φρούριον ἡ Ὀνόγουρις, ἐκ τῆς κατὰ τὴν Ἀρχαιόπολιν περιοικίδος παρῃρημένη· καὶ ἦν αἶσχος οὐ φορητὸν ,στράτευμα δυσμενὲς εἴσω περιβόλων ἐν τοῖς ἡμετέροις χωρίοις βεβαίως ἱδρῦσθαι. ἐνίκα βουλὴ παρὰ τοῖς στρατηγοῖς ,φοιτᾶν ἐπ’ αὐτοὺς ἅπαντι τῷ στρατῷ ,καὶ καθελεῖν ἢ καὶ ἀπώσασθαι τὸ λυποῦν ἐκπλείστου καὶ ἐφεδρεῦον. ἔδει πάντως ἡμῖν καὶ στρατιᾶς Κολχικῆς, ὡς ἂν μὴ μόνον τῇ τῶν τόπων ἐμπειρίᾳ πλέον τι τῶν οὐκ ἐπισταμένων πρὸς τὸ συνοῖσον διανοηθεῖεν, ἀλλὰ καὶ μαχομένοις ἡμῖν πρὸς ἄνδρας ὁπλίτας ἔξ ἐρυμάτων παραταττομένους, καὶ πρός γε τοὺς ἐκ Μουχειρίσιδος κατὰ τὸ εἰκὸς ἥξοντας, συνεπιλάβοιντο καὶ συμπαρασταῖεν. τί οὖν ἐπὶ τούτοις ἔδει πράττειν τοὺς στρατηγούς; ἀντιβολεῖν ,ὡς ἔοικε, τὸν ἡγεμόνα τοῦ γένους, καὶ πρὸς συμμαχίαν αἰτεῖν, ἀποδεικνύντας καὶ τὸ εὔλογον τῖές αἰτήσεως καὶ τοίνυν ἀντεβόλουν καὶ ἀπεδείκνυον. ὁ δὲ, καθάπερ ὡς ἀληθῶς βασιλεύς τις εἶναι πεπιστευκὼς, καὶ ὡς ἐξὸν αὐτῷ κατ’ ἐ· θωιαν βιοῦν ,συστρατεύεσθαι μὲν ἡμῖν ἐπὶ τὸ φρού- ριον οὐδὲ μέχρι τοῦ παρεῖναι γοῦν μόνον ἠνειχ́πο. οὐ μὴν οὐδὲ σκήψεις τινὰς, εἰ καὶ ἀπρεπεῖς, ἀλλ’ ἐς προκάλυμμά γε ὅμως τῆς ἀποῤῥηισεως εὐπρόσωπον ἐμηχανᾶτο· ἀπεπέμπετο δὲ μάλα σεμνῶς καὶ σοβαρώτερον ἢ κατὰ μισθωτὸν ὑπήκοον τὴν a̓ζιωσιν. καὶ πρός γε νεμεσῶν διετέλει τοῖς στρατηγοῖς, καὶ δυσμενῶς μὲν εἰς αὐτοὺς ἀφυβρίζων, ὡσπερ ἀνδρίαν τοῦτο ἡγούμενος, καὶ βασιλεῦσι πρέπον· ij γὰρ τὸ ὸιαῤῥήδην ὑπὲρ τῶν ἤδη μεμελετημένων ἀναισχυντῆσαι. εἶτα διαμέλλειν ἐχρῆν καὶ μείζονας ἀναμένειν ἐλέγχους καὶ τὸ βασΔειον γράμμα ὸει- κνύειν, ἐφ’ ᾧ κατὰ τὸ Βυζάντιον ἀφικέσθαι τὸν μηδὲ τῆς oi- κειας χώρας ἐντὸς βραχεῖάν τινα διανύσαι πορείαν ἑλόμενον ; καὶ πῶς οἶόν τε ἦν, εἴγε στέλλειν αὐτὸν οὕτω χαλεπαίνειν καθ’ ἡμῶν προηγμένον ἐπετηδεύσαμεν, μὴ οὐχὶ ταραχάς τε μυρίας καὶ φόνους πολλοὺς ἐμφυλίους καὶ μεταχώρησιν ἐμφανῆ καὶ τῶν Περσῶν εἰσφοιτήσεις ἀθρόους γενέσθαι, ἀπειθοῦντος μὶν ἀναίδην τοῦ δυσμενοῦς καὶ διαμαχομένου ,τοῦ δὲ παντὸς Ι θνους καὶ μάλα τὴν στάσιν προσιεμένου ,τῷ πρὸς τὴν κιbσιν τῶν καθεστώτων βαρβαρικώτερον ὁρμῆς πεφυκέναι ,καὶ πρός Bye πλήσιον ἔχειν τονς ἀνθεξομένους; τοιγάρw ἳ τὸν ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες, τοσούτων συμφορῶν ἐσμὸν παρόντα ἤδη καὶ ὠδινόμενον ουυτω πως εὐκολώτατα κατεπαόσαμεν, ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς εἰπ́ερ ὅλως τι κὼ ηνμελλεν ἔσεσθαι.