Ancient Greek · ~14 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 8.1
Not analysed yet
η'. „Εἰ τοίνυν καὶ διαῤῥαγεῖεν οἱ κατήγοροι, μίασμα βοῶντοῦτον τες καὶ ἄγος καὶ μιαιφονίαν ,καὶ τοῖς τοιούτοις ὀνόμασιν ἐκτραγῳδοῦντες τὸ γεγενημένον, καὶ πρὸς μόνον τὸ πραχθὲν ἀφορᾷν ἐκβιαζόμενοι· ἀλλὰ σὸν ἔργον, ὦ δικαστὰ, μνήμην ποιεῖσθαι τῶν προϋπαρξάντων, τὰς αἰτίας ἀναθεωρεῖν δι’ ὦν ἐπὶ τὴν πρᾶξιν ὡρμήθημεν, καὶ τῷ εὐλόγῳ τοῦ ἐγχειρήματος τὸ εὔνουν διαγιγνώσκειν τῆς γνώμης. ἐπεὶ καὶ πολλαχοῦ κατὰ τὰς πόλεις ἀγύρτας τινὰς τυχὸν ἢ καὶ λωποδύτας, ἢ καὶ ἄλλο τι τῶν ἀνοσίων ἔργων πεπλημμεληκότας, ὁρῶντες νῦν μὲν τῆς κεφαλῆς ἀφαιρουμένους, νῦν δὲ τὼ πόδε διατεμνομένους, οὐ τοῦ φαινομένου κατηγοροῦμεν, καὶ ταῦτα λίαν ἀπάνθρωπον εἶναι δοκοῦν, οὐδὲ τοῖς ἄρχουσιν, οἷς τὰ τῶν τιμωριῶν τούτων ἀνεῖται, νεμεσῶμεν, ἐναγεῖς αὐτοὺς καί μωροὺς καὶ κακοδαίμονας ἀποκαλοῦντες· ἀλλὰ τὰ πρότερον παρ’ ἐκείνων τετολμημένα λογιζόμενοι, καὶ ὡς ποινὰς τίνουσι τῶν ἀδικημάτων ἐπιμνησθέντες ,ἡδόμεθα τῇ ὠμότητι. οὐ γὰρ εἰκῆ τὸ κολάζον ἐξεύρηται, τοῦ ἁμαρτάνοντος ἥκιστα παυομένου. ἀνή- ρηται τοίνυν πρὸς ἡμῶν ὁ Γουβάξης· καὶ τί δεινὸν ,εἰ προδότην ἄνδρα καὶ πολέμιον ἀπεκτόναμεν ; καίτοι τὴν τοῦ δυσμενοῦς ἐπωνυμίαν οἱ κατήγοροι διευκρινήσαντες, οὐ τῷ πορῤῥωτέρω ταχθέντι προσήκειν φασιν, ἀλλ’ ὅτῳ ἂν, εἰ καὶ ἑμόφυλος ᾖ, τὰ τοῖς ἐναντίοις κεχαρισμένα σπουδάζοιτο· καὶ τήνδε τὴν · δόξαν καὶ ἡμεῖς ἀρίστην ἡγούμεθα καὶ ἀληθεστάτην, καὶ οἵαν τῆς τοῦ πράγματος φύσεως ἐστοχάσθαι. οὐκοῦν, ἑκα- τέρους οὕτως ἀρέσκον, φέρε πολέμιον ἀποδείξωμεν τὸν Γου- βάζην τῷ δοθέντι χρώμενοι τεκμηρίῳ τούτου γὰρ ταύτῃ καὶ δὴ δεανυμένου ,καὶ τὸ δικ· αιως αὐτὸν ἀνῃρῆσθαι συναναφa- νεῖται. ἅπαν μὲν οὖν ἀεί βάρβαρον φῦλον, εἰ καὶ κατήκοον ἧ τοῖς Ῥωμαιοις ,ἀλλὰ τῷ τῆς γνώμης ἀλλοτὸιωτατͅ διεστη- κὸς καὶ rrj τάξει τῶν νόμων ἀχθόμενον, ἐπὶ τὸ νεωτεροποιὸν καὶ ταραχῶδες φέρεσθαι πέφυχ· ὲν· καὶ ἥδιστα μὲν ἂν ἐφ’ ἑαντοῦ βιοῦν διατελοίη μμαμῶς ὑφ’ ἑτέροις ταττόμενον ,ὡς μηδὲ τῶν ἀδικημάτων εὐθύνας ὑπέχειν. εἰ δὲ τοῦτο μὴ οἷόν τε, τὸ yovv τὰ ὁμοδίαιτα τῶν έθ1ῶν καὶ μᾶλλον τοῖς m̓κειοις πλησιάζοντα τρόποις ἐπάγεσθαι προύργου ποιοῦνται. πλὴν ἀλλ᾿ εἰ καὶ τούτοις ἀτεχνῶς ὁ Γουβαιζης ὑπῆκτο τοῖς πάθεσι, τῷ βάρβαρος τε πεφυκέναι ,καὶ τὴν κοινὴν τοῦ γένους νοσεῖν ἀπωτωι ν, ὁ δὲ κὼ πρὸς τ· οῦτο κακώς ἐχώρει καθ’ ἡμῶν, ὡς μὴ ἔτι διαλανθάνειν οἰέσθαι δεῖν ,τοὐναντίον μὲν οὖν καὶ πρὸς ἔργον ἄγειν ἐπείγεσθαι τὴν προσπεπηγυῖαν τέως τῷ νῷ καὶ ὑποκρυπτομένην δυσμένειαν. ἡμῶν γὰρ διαπονουμένων καὶ πάντα κίνδυνον μετιό1των, ὡς ἂν τοῖς πολεμίοις μηδὲν ὁτιοῦν τῶν κατὰ γνώμην ἐκβαίη ,αὐτὸς οἶκοι μένειν ῳνετο δεῖν σὺν τοῖς ὁμοφύλοις, καὶ πολλῷ τοῦ μοχθεῖν ἀφεστάναι. πλὴν ἀλλ’ ἐπετήρει σὺν ἀκρίβειά καὶ ἀνεπυνθάνετο τὰς τῶν ἀγώνων κι- νήσεις, ἐς ὅπερ ἂν καὶ χωρήσαιεν. εἰ μὲν οὖν μέγιστόν τι κατὰ τοὺς πολέμους τοῖς Ῥωμαίοις διήνυστο, καὶ τοῦ νικᾶν ἐνεργόν τε καὶ ἀληθεστάτην ἤραντο δόξαν ,ὁ δὲ τὸ δυσμενὲς τῆς ψυχῆς καὶ βασκαῖνον ἐπιδεικνὺς· ,διακωμῳδεῖν εὐθὺς ἐπειρᾶτο ,καὶ διαλύειν τὴν ἐκ τῶν ἔργων σεμνότητα ,φαύλην μὲν τὴν ἐγχείρησιν ,φαυλότατον δὲ τὸ πέρας ἀποκαλῶν, καὶ οὐδὲ τοῦτο ἡμέτερον, ἀλλὰ τοῦ ἀλογίστου τῆς τύχης. εἰ δέ που τυχὸν καὶ σφαλείημεν, (πῶς δὲ οἷόν τε τὸ ἀνθρώπειον οὐχὶ καὶ πρὸς τἀναντία μεταβάλλειν ,ἀλλ’ ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβηκέναι;) ὁ δὲ καθάπερ τις αὐτόματος τῶν γιγνομένων κριτὴς, τὴν μὲν τύχην εὐθὺς ἀφίει τῶν ἐγκλημάτων ἀνεύθυ νον, ὡς οὐ μετὸν αὐτῇ τοῦ συμβάντος ᾦ δὲ πάντως αὐτῶ προεσκεμμένον καὶ ἐγκριθὲν, μηδὲν ἄλλο δοκεῖν αἴτιον εἶναι τοῦ ἐνδεῶς ἡμῖν τι πεπρᾶχθαι, ἢ μόνον ἀνανδρίαν γνώμης καὶ χειρῶν ἀσθένειαν καὶ βουλευμάτων ἀβελτηρίαν. τὸ γὰρ παλίμβολον τῆς τύχης καὶ ἄτακτον καὶ ἀλόγιστον, καὶ οἶς καθ’ ἡμῶν αὐτὴν διελοιδορεῖτο, οὐδαμῶς ἐπῆγε τοῖς πολεμίοις, ὡς ἐκ τούτων ἡμᾶς ,οὕτω παρασχὸν, ὑπερβαλλομένοις.