Ancient Greek
Fragment 1
Agathocles Hist., Fragmenta 1
Not analysed yet
Stephan. Byz. :Βέσβικος, νησίδιον περὶ Κύζικον . . . Ἀγαθοκλῆς δὲ ἐν πρώτῃ Περὶ Κυζίκου φησὶν ὅτι κτίσμα ἐστὶ Φερσεφόνης, καὶ ὄνομα ἔχει γίγαντος (?). Οἱ γὰρ γίγαντες ἀπορρήξαντες αἰγιαλοὺς ἐκύλιον διὰ τῆς θαλάσσης, ἐγχῶσαι τὰς ἐκβολὰς τοῦ Ῥυνδακοῦ ζητοῦντες. Ἡ δὲ Κόρη ἀγωνιῶσα περὶ Κυζίκου, τὰς πέτρας ἐρρίζωσε, καὶ νῆσον ἐποίησεν, ἥτις ἀφ' ἑνὸς τῶν ὕστερον οἰκισάντων Πελασγῶν προσηγόρευται Βέσβικος, ἐφ' ᾗ τοὺς λειπομένους τῶν Γιγάντων ἠφάνισε σὺν Ἡρακλεῖ. Τὸ ἐθνικὸν Βεσβικηνός.