Ancient Greek · ~1 min
Fragment 4
Agathocles Hist., Fragmenta 4-2
Not analysed yet
Athenaeus I: Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ, φίλῳ ὄντι, ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος Ἀγαθοκλῆς, Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, [Τίον,] Σκῆπτρα, Ἀρτύψον, Τορτύρην. Ὁ δ' εἰς ὕβριν, φασὶ (φησὶ̣), καὶ ἄνοιαν προελθὼν, τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος, στρατιὰν συναγαγών. Καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ' αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον.